# Interpretatio in Ezechielem 81.992

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.992

μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς,» καὶ τὸ ἐκ τούτων δηλώσας κέρδος· «Ὃς ἂν ποιήσῃ αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς·» τότε ἐπήγαγε· «Καὶ τὰ Σάββατά μου δέδωκα αὐτοῖς.» Καὶ οὐκ εἶπεν, Ἵνα φυλάξαντες ζήσωσιν ἐν αὐτοῖς· ἀλλ' «Ἵνα ᾖ εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, καὶ γνῶναι αὐτοὺς, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Τὴν γὰρ τῶν Σαββάτων αὐτοῖς ἀργίαν ἐνομοθέτησα, οὐχ ὡς ζωὴν αὐτοῖς παρέχειν δυναμένην, ἀλλ' ἵνα τὸ ἰδιάζον τῆς πολιτείας χωρίζῃ μὲν αὐτοὺς τῶν ἐθνικῶν ἐπιτηδευμάτων, τῶν δὲ ἐμῶν εὐεργεσιῶν εἰς μνήμην ἄγῃ· τῇ γὰρ ἀργίᾳ τῶν σαρκικῶν, καὶ τῇ τοῦ Θεοῦ προσεδρίᾳ καὶ τῇ τῶν θείων λογίων ἀκροάσει, τὸ κέρδος ἐλάμβανον, μανθάνοντες ἐκ τῶν θείων λογίων, καὶ ποιητὴν εἶναι τὸν Θεὸν, καὶ εὐεργέτην· οὐ τοίνυν ἁπλῶς ἡ ἀργία ζωοποιός· ἀλλ' ἡ τοῦ Θεοῦ προσεδρία. «Καὶ εἶπον, φησὶ, πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· Ἐν τοῖς προστάγμασί μου πορεύεσθε.» ιγʹ. Καὶ παρεπίκρανάν με ὁ οἶκος τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ Σάββατά μου ἐβεβήλωσαν σφόδρα. Πάλιν κἀνταῦθα κεχωρισμένως ἐμνήσθη τῶν Σαββάτων, οὐ συνάψας αὐτὰ τοῖς ἄλλοις δικαιώμασιν· οὔτε γὰρ ζωοποιὰ ταῦτα ὡς ἐκεῖνα, ἀλλὰ πολιτείας ἰδιάζοντά τινα περιέχοντα χαρακτῆρα. Τὸ μὲν γὰρ, «Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις,» καὶ τὰ ἄλλα τὰ τούτοις συνημμένα, καὶ τοὺς ἄλλους ἀνθρώπους ὁ τῆς φύσεως ἐδίδασκε νόμος· τῆς δὲ τοῦ Σαββάτου φυλακῆς οὐχ ἡ φύσις διδάσκαλος, ἀλλ' ἡ θέσις τοῦ νόμου· κατὰ τὰ ἄλλα τοίνυν τοῖς ἄλλοις κοινωνοῦντες, κατὰ τὴν τοῦ Σαββάτου φυλακὴν, ἰδίαν τινὰ πολιτείαν ἔχειν ἐδόκουν. Οὐδὲν γὰρ τῶν ἄλλων ἐθνῶν ταύτην ἐφύλαττε τὴν ἀργείαν. Οὐδὲ ἡ περιτομὴ οὕτως αὐτοὺς τῶν ἄλλων ἐχώριζεν, ὡς τὸ Σάββατον· τὴν γὰρ περιτομὴν καὶ Ἰδουμαῖοι πάντες εἶχον, ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες· καὶ Ἰσμαηλῖται ὡσαύτως, καὶ Αἰγύπτιοι δὲ παρὰ Ἰουδαίων ταύτην μαθόντες φυλάττειν ἐσπούδαζον. Καὶ τοῦτο ὁ Θεὸς διὰ τοῦ προφήτου Ἱερεμίου δεδήλωκεν, εἰπών· «Καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίαν αὐτῶν, ἐπ' Αἴγυπτον, καὶ ἐπὶ Ἐδὼμ,» καὶ τὰ ἑξῆς. Τὴν δὲ τοῦ Σαββάτου φυλακὴν μόνον τὸ Ἰουδαίων ἐφύλαττεν ἔθνος. Διὸ ἔφη ὁ Θεὸς ὅτι· «Τὰ Σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Διηγησάμενος τοίνυν τὴν ἐν Αἰγύπτῳ γενομένην ἐκείνων μὲν ἀπείθειαν, αὐτοῦ δὲ μακροθυμίαν, πάλιν τῶν κατὰ τὴν ἔρημον ἀνέμνησε νομοθεσιῶν, καὶ παραινέσεων, καὶ τῆς ἐκείνων ἀντιλογίας καὶ παραβάσεως. Εἶτα διδάσκει μὲν τὴν δικαίαν ὀργὴν, διδάσκει δὲ καὶ τὴν ἄῤῥητον ἀγαθότητα.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
