# Interpretatio in Jeremiam 81.713

Theodoretus, Interpretatio in Jeremiam, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-jeremiam/81.713

ἀμφιβάλῃς· ὥσπερ γὰρ ἀναμφισβητήτως ὁμολογοῦσι πάντες, καὶ τὸ Θαβὼρ ὄρος εἶναι, καὶ τῇ θαλάσσῃ πελάζειν, καὶ τὸν Κάρμηλον· οὕτως ἡ πρόῤῥησις ἔχει τὸ ἀληθές. ιθʹ. Σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατοικοῦσα θύγατερ Αἰγύπτου· ἀντὶ τοῦ, εὐτρεπὴς εἰς αἰχμαλωσίαν γενοῦ· λέγει δὲ καὶ τῆς βασιλευούσης πόλεως τὴν ἐρημίαν· ἡ γὰρ Μέμφις κατ' ἐκεῖνον τὸν καιρὸν ἐγεγόνει πόλις βασιλική· καὶ τοῦτο ἡμᾶς ὁ θεσπέσιος Ἡσαΐας ἐδίδαξεν. «Ἐξέλιπον γὰρ, φησὶν, οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως. κʹ. Δάμαλις καλὴ κεκαλλωπισμένη Αἴγυπτος. Τὸ ἀδάμαστον αὐτῆς, καὶ ἀπειρόζυγον, καὶ τρυφηλὸν, διὰ τούτων δεδήλωκεν· καὶ τὴν πολλὴν αὐτῶν ἐλέγχων ἀσθένειαν, διδάσκει, ὡς καὶ λίαν ὀλίγων ἐπελθόντων πολεμίων οὐκ ἠδυνήθησαν ἀντισχεῖν. Τοῦτο γὰρ λέγει· «Ἀπόσπασμα ἀπὸ βοῤῥᾶ ἦλθεν ἐπ' αὐτήν.» καʹ. Καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ, ὡς μόσχοι. σιτευτοί. Τῶν ἐπικούρων δεδήλωκε τὴν ἀσθένειαν· ὁ γὰρ σιτευτὸς μόσχος τὴν μὲν γῆν οὐκ ἐργάζεται, ὑπὸ δὲ ἄλλων ἐσθίεται· λέγει δὲ καὶ αὐτῶν τὴν φυγήν. «Ἀπεστράφησαν γὰρ, φησὶ, καὶ ἔφυγον ὁμοθυμαδόν· οὐκ ἔστησαν.» Ἐπάγει καὶ τὴν αἰτίαν· «Ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπ' αὐτοὺς, καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.» Ἔδει γὰρ αὐτοὺς δίκας δοῦναι τῆς ἀσεβείας· διδάσκει μέντοι διὰ τούτων, ὡς μακροθυμίᾳ χρώμενος ὁ Δεσπότης ὕστερον ἐπάγει τὴν τιμωρίαν. κβʹ. Φωνὴ αὐτῶν ὡς ὄφεως συρίζοντος. Τῶν δυσπραγούντων ἴδιον τὸ στένειν καὶ συρίττειν, καὶ ὑπὸ τῆς ἀθυμίας θερμαινόμενον ἐκφέρειν πνεῦμα. «Ὅτι ἐν ψάμμῳ πορεύσονται.» Τὸ σαθρὸν αὐτῶν διὰ τούτων δεδήλωκε· καὶ γὰρ ὁ Κύριος τὸν ἀκούοντα τὸν λόγον αὐτοῦ, καὶ μὴ ποιοῦντα, παρέβαλεν ἀνδρὶ μωρῷ, ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν οἰκοδομήσαντι. «Ἐν ἀξίναις ἥξουσιν ἐπ' αὐτὴν, ὡς κόπτοντες ξύλα.» Εἶτα προστακτικῶς· κγʹ. Ἐκκόψατε τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος ὁ Θεὸς, ὅτι οὐ μὴ ἱλασθῇ ὁ Θεὸς, ὅτι πληθύνει ὑπὲρ ἀκρίδα. Τουτέστι, τῶν ἐνοικούντων τὸ πλῆθος, «Καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός.» Δρυμῷ αὐτὴν ἀπεικάζει, τοὺς πολεμίους δρυμοτόμοις, κδʹ. Κατῃσχύνθη θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ βοῤῥᾶ, εἶπε Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ. Ταῦτα καὶ τοῖς Ἰουδαίοις εἰς Αἴγυπτον κατελθοῦσι προεθέσπισεν ὁ προ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg026.local001/.
