# Interpretatio in xii prophetas minores 81.1549

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1549

ἔχουσι βίβλον· ἐν διαφόροις γὰρ καιροῖς τὰς τῶν μελλόντων ἐποιήσαντο προφητείας. Καὶ ὁ μὲν Ὡσηὲ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας· καὶ ὁ Ἀμὼς ὡσαύτως ἐν ἡμέραις Ὀζίου· καὶ μέντοι καὶ ὁ Ἰωὴλ τούτων ὁμόχρονος· ὁ δὲ Μιχαίας εὐθὺς μετὰ τὴν Ὀζίου τελευτὴν τῆς προφητείας ἤρξατο ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου. Καὶ Ἰωνᾶς δὲ ταύτης ἐστὶ τῆς συμμορίας εἰ γὰρ καὶ ἡ προφητεία τὸν χρόνον ἐσίγησεν, ἀλλ' ἡ τῶν Παραλειπομένων βίβλος τοῦτο διδάσκει σαφῶς. Ὁ δὲ Ναοὺμ μετὰ τὸν Ἰωνᾶν τὸ τῆς προφητείας ἐδέξατο χάρισμα· διδάσκει δὲ τοῦτο σαφῶς ἡ τῆς προφητείας ὑπόθεσις. Ὁ μὲν γὰρ Ἰωνᾶς τὴν πανωλεθρίαν κηρύξας τοῖς Νινευίταις, τοῖς τῆς μετανοίας αὐτοὺς φαρμάκοις παρεσκεύασε χρήσασθαι· διὸ καὶ πεῖραν οὐκ ἔλαβον τῶν ἀπηχῶν ἐκείνων προῤῥήσεων. Ἐπειδὴ δὲ εἰς τὴν προτέραν κακίαν παλινδρομήσαντες ἄξια τιμωρίας ἐσχάτης ἐτόλμησαν, ὁ Ναοὺμ αὐτῶν μετὰ ταῦτα προφητεύει τὸν ὄλεθρον. Ὁ δὲ Ἀβδιοῦ, δι' ὧν τῇ Ἰδουμαίᾳ προηγόρευσεν ἀλγεινῶν, δῆλός ἐστι μετὰ τούτους τῆς προφητείας ἀρξάμενος. Ὁ δὲ Σοφονίας διδάσκει σαφῶς, ὡς ἐπὶ Ἰωσίου τοῦ βασιλέως τῆς θείας ἀποκαλύψεως ἔτυχε· κατὰ τὸν αὐτὸν δὲ καιρὸν καὶ ὁ θαυμάσιος Ἱερεμίας. Ὁ δὲ Ἀββακοὺμ οὐ πολὺ μετὰ τούτους. Ἀγγαῖος δὲ, καὶ Ζαχαρίας, καὶ Μαλαχίας, μετὰ πολλῶν ἐτῶν ἀριθμόν· οὐ γὰρ μόνον μετὰ τὸν Ἰωσίαν, καὶ τὸν Ἰωακεὶμ, καὶ τὸν Ἰεχονίαν, καὶ τὸν Σεδεκίαν, ἀλλὰ καὶ μετὰ τὸν ἐν Βαβυλῶνι τῆς αἰχμαλωσίας χρόνον, καὶ μετὰ Κῦρον τὸν πρῶτον Περσῶν βασιλεύσαντα, ὃς τὸν Ἰσραηλίτην λαὸν ἐπανελθεῖν παρηγγύησε, καὶ μετὰ Καμβύσην τὸν ἐκείνου παῖδα ἐπὶ Δαρείου τοῦ Ὑστάσπου, τοῦ Ζοροβάβελ ἤδη τὸν θεῖον οἰκοδομοῦντος νεὼν, τὴν προφητείαν ἐποιήσαντο· μεθ' οὓς οὐδεὶς ἕτερος παρ' Ἰουδαίοις προφήτης εὑρίσκεται. Οὐ τοίνυν ὡς κατ' αὐτὸν γεγονότες μίαν ἔχουσι βίβλον, ἀλλ' ἐπειδὴ δι' ὀλίγων ἐποιήσαντο τὰς προῤῥήσεις, καὶ οὐκ ἀπέχρη τούτων ἕκαστος εἰς μιᾶς βίβλου διὰ βραχύτητα κατασκευὴν, εἰκότως οἱ ἀνέκαθεν τῶν θείων πεφροντικότες, τῶν δυοκαίδεκα προφητῶν τὰς προῤῥήσεις συναγαγόντες, μίαν ἀπέφηναν βίβλον. Καιρὸς δὲ λοιπὸν, τῆς κατὰ μέρος ἡμᾶς ἅψασθαι ἑρμηνείας, τῆς Ὡσηὲ προφητείας ἐν κεφαλαίῳ τὴν ὑπόθεσιν προδιδάξαντες.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
