# Interpretatio in xii prophetas minores 81.1552

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1552

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. ΥΠΟΘΕΣΙΣ. Τῆς τοῦ λαοῦ διαιρέσεως ἐπὶ Ῥοβοὰμ τοῦ Σολομῶντος γεγενημένης, τῶν δέκα φυλῶν Ἱεροβοὰμ ὁ Ναβὰτ ἐβασίλευσεν. Οὗτος δείσας μὴ, τῶν κατὰ καιρὸν ἑορτῶν εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν τὸν λαὸν καλουσῶν, εἰς τὴν Δαβιτικὴν ἐπανέλθωσιν αἱ δέκα φυλαὶ βασιλείαν, ἦρξε κακῶς τῆς εἰς τὸν Θεὸν ἀσεβείας, καὶ δύο δαμάλεις κατασκευάσας χρυσᾶς, τῇ μὲν ἐν τῇ Δᾶν, τῇ δὲ ἐν τῇ Βαιθὴλ τέμενος κατεσκεύασεν. Ἐντεῦθεν ἡ ἀσέβεια λαβοῦσα παρείσδυσιν, καὶ τοῖς τῶν ὁμόρων ἐθνῶν εἰδώλοις αὐτοὺς λατρεύειν ἐδίδαξεν· εἰς ἔσχατον δὲ παρανομίας ἐλάσαντες τῆς θείας ἐγυμνώθησαν προμηθείας. Καὶ πρῶτος μὲν αὐτοὺς Ἀζαὴλ ὁ τῶν Σύρων κατεπολέμησε βασιλεύς· εἶτα Φουὰ ὁ τῶν Ἀσσυρίων τηνικάδε τὰ σκῆπτρα κατέχων, φόρον ὅτι πλεῖστον εἰσέπραξε. Μετὰ τοῦτον Θεγλαθφαλασὰρ πολλὰς τῶν πόλεων ἀναστάτους πεποιηκὼς, τοὺς μὲν ἀνεῖλε τῶν ἐνοικούντων, τοὺς δὲ δορυαλώτους ἀπήγαγε. Μετὰ τοῦτον Σαλμανασὰρ τὴν βασιλείαν διαδεξάμενος, ταὐτὰ δέδρακε πάλιν τὰς ἀκηράτους διασωθείσας τῶν πόλεων, καὶ διελὼν εἰς πολιορκίαν τὴν στρατιὰν, αὔτανδρον ἔλαβε τὴν Σαμάρειαν, καὶ τῶν δέκα φυλῶν τὸ λειπόμενον εἰς τὴν Ἀσσυρίαν ἀπῴκισεν. Ἔσχατος δὲ βασιλεὺς Ἀσσυρίων ὁ Σενναχηρεὶμ κατὰ τῆς Ἰουδαίας στρατεύσας, ἐνίας μὲν εἷλε τῶν πόλεων, πολιορκῆσαι δὲ τὴν Ἱερουσαλὴμ πειραθεὶς, θεηλάτῳ πληγῇ τὴν στρατιὰν ἀπολέσας, αὐτὸς ἀλώβητος τηνικαῦτα μεμένηκεν, ὡς ἂν γένοιτο κῆρυξ τῆς θείας δυνάμεως· ἐν δὲ τοῖς βασιλείοις γενόμενος, ὑπὸ τῶν ἐξ αὐτοῦ φύντων ἐδέξατο τὴν σφαγήν· ἐπειδὴ καὶ αὐτὸς ὑπὸ τοῦ Θεοῦ γεγονὼς κατὰ τοῦ πεποιηκότος ἐλύττησεν. Ὁ τοίνυν θεσπέσιος Ὠσηὲ τὸ προφητικὸν δεξάμενος χάρισμα,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
