# Interpretatio in xii prophetas minores 81.1557

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1557

δροφόνος, ἀναιρεῖ καὶ ὁ δικαστής· ἀλλ' ὁ μὲν ἐννόμως, ὁ δὲ παρανόμως· καὶ τὸ μὲν ἔργον ταὐτὸν, τῷ δὲ σκοπῷ διαφέρει. Καὶ ἵνα τοῦτο σαφέστερον ἀπὸ τῆς θείας Γραφῆς μεταμάθωμεν, σκοπήσωμεν οὕτως. Ἐφόνευσεν ὁ Καῒν, ἀλλὰ βασκήνας καὶ δόλῳ χρησάμενος· ἐφόνευσε Φινεὲς, ἀλλὰ ζηλώσας, καὶ τῆς εὐσεβείας ὑπερμαχήσας, καὶ βδελυξάμενος τὴν ἀσέβειαν· καὶ τὸ μὲν ἔργον ταὐτὸ, ὁ δὲ σκοπὸς ἐναντίος ἐκ διαμέτρου. Οὕτω καὶ ἡ κλοπὴ τῶν μὲν ὑπὸ τοῦ νόμου κατηγορουμένων ἐστίν· ἀλλ' ἔκλεψε τὴν εὐλογίαν ὁ Ἰακὼβ, καὶ οὐ μόνον τὴν κατηγορίαν διέφυγεν, ἀλλὰ καὶ ἐν πάσαις εὐφημεῖται ταῖς γενεαῖς. Ἐνήστευσεν Ἠλίας ὁ πάνυ, ἐνήστευσαν δὲ καὶ οἱ τὸν Ναβουθὲ καταλεύσαντες· ἀλλ' ὁ μὲν φιλοσοφῶν, οἱ δὲ συκοφαντίαν τυρεύοντες. Ἠλέησεν ὁ Σαοὺλ τὸν Ἀγὰγ, καὶ ἐγυμνώθη τῆς βασιλείας παράνομος γὰρ ἦν ἐκεῖνος ὁ ἔλεος· ἔσφαξεν ὁ Σαμουὴλ τὸν Ἀγὰγ, καὶ θεῖον νόμον ἐπλήρωσε. Καὶ ἄλλα δὲ μυρία ἔστιν εὑρεῖν οὐ παρὰ τῇ θείᾳ μόνῃ Γραφῇ, ἀλλὰ καὶ ἐν τοῖς καθ' ἑκάστην ἡμέραν παρ' ἡμῶν γιγνομένοις. Καὶ ὁ θαυμάσιος τοίνυν Ὡσηὲ, οὐκ ἐπιθυμίᾳ δουλεύσας, ἀλλὰ θείοις νεύμασιν εἴξας, ἔλαβε τὴν πόρνην, καὶ γάμου παντὸς ἦν σεμνοτέρα ἐκείνη ἡ ὁμιλία· οὐ μόνον ὅτι κατὰ θεῖον ἐγίνετο νεῦμα, ἀλλ' ἐπειδὴ καὶ τοῦ Θεοῦ τὸν τύπον ἐδείκνυ, καὶ ὅπως ὁ ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, νυμφίος τῆς ἀκολάστου πληθύος τῶν Ἰσραηλιτῶν ἐχρημάτιζε. Παιδοποιήσαντι τοίνυν αὐτῷ κελεύει προσαγορεῦσαι τὸ τεχθὲν Ἰεζραέλ· «Διότι ἔτι μικρὸν, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ, ἐπὶ τὸν οἶκον Ἰηοῦ, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ. (δʹ, εʹ). Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν τῇ κοιλάδι τοῦ Ἰεζραέλ.» Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἰεζραὲλ τὸ χωρίον ἐστὶν, ἐν ᾧ Ναβουθὲ τὴν ἄδικον ἐκείνην ὑπέμεινε σφαγήν· ὁ δὲ Ἰηοῦ, ὁ τούτου κατὰ θείαν βουλὴν γενόμενος τιμωρὸς, ᾧ ὑπέσχετο ὁ Θεὸς διὰ τὰ κατὰ τῆς Ἰεζαβὲλ αὐτῷ γεγενημένα, εἰς τετάρτην γενεὰν διαρκέσειν τὴν βασιλείαν. Ἐπειδὴ τοίνυν οἱ ἐκ τούτου λήθην τῆς θείας ἔλαβον εὐεργεσίας, καὶ τὴν τῶν πρὸ αὐτῶν βεβασιλευκότων ἐζήλωσαν δυσσέβειαν, ἀπειλεῖ ὁ Θεὸς καὶ ταύτην καταπαύσειν τὴν βασιλείαν, καὶ τοῦ Ἰσραὴλ τὸ τόξον συντρίψειν, τουτέστι, καταλύσειν τὴν δύναμιν ἐν τῇ κοιλάδι τοῦ Ἰεζραέλ· οὐχ ἁπλῶς δὲ τοῦδε τοῦ χώρου τὴν μνήμην ἐποιήσατο, ἀλλὰ τῆς θείας ἀναμιμνήσκων εὐεργεσίας τὸν τηνικάδε βασιλέα, καὶ διδάσκων, ὅτι καθάπερ δίκας εἰσέπραξε τοὺς τὸν Ναβουθὲ κατασφάξαντας διὰ τοῦ προπάτορος αὐτοῦ Ἰηοῦ· οὕτω καὶ αὐτοὺς τῆς εἰς αὐτὸν ἀγνωμοσύνης ἀπαιτήσει ποινήν. Τούτοις ἐπάγει, ὅτι καὶ ἕτερον ἐτέχθη παιδίον, καὶ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων τὴν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
