Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1560
Not analysed yet
προσηγορίαν ἀνεδέξατο. Ἐκέλευσε γὰρ αὐτὴν, φησὶν, Οὐκ ἠλεημένην κληθῆναι· τοῦτο διδάσκων, ὡς οὐκέτι τὸν Ἰσραὴλ ἀξιώσει φιλανθρωπίας. ζʹ. «Τοὺς δὲ υἱοὺς Ἰούδα, φησὶν, ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὐδὲ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν πολέμῳ, οὐδὲ ἐν ἵπποις, οὐδὲ ἐν ἱππεῦσι.» Σαφῶς δὲ διὰ τούτων ἐδήλωσε τὰ κατὰ τὸν Σενναχηρεὶμ γεγενημένα· τηνικαῦτα γὰρ οὐ παρατάξεως γενομένης ἡττήθησαν οἱ Ἀσσύριοι, ἀλλ' ἀγγελικῇ δυνάμει ἑκατὸν ὀγδοήκοντα πέντε διεφθάρησαν χιλιάδες. Τούτοις ἐπάγει, ὅτι καὶ ἑτέρου παιδίου τεχθέντος, ἐκέλευσεν ὁ Θεὸς κληθῆναι αὐτὸ Οὐ λαόν μου, καὶ τὴν αἰτίαν διδάσκει· «Διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν.» Καὶ ἵνα μή τις ὑπολάβῃ, ὅτι ὡς εὐαριθμήτους αὐτοὺς καὶ ὀλίγους ἀποπέμπεται, ἁρμοδίως προστέθεικεν· ιʹ. «Ὅτι ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐ μετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται.» Ἀλλ' οὐ πλήθει χαίρει ὁ Θεός· ὅπου δὲ δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν. Οὕτω τὸν Νῶε πάντων ὁμοῦ προτετίμηκε τῶν ἀνθρώπων· οὕτω τὸν Ἀβραὰμ, οὕτω τὸν Μωσέα· τοὺς δὲ ἐκείνων ἀπογόνους, καὶ ἀριθμὸν νικῶντας, Οὐ λαὸν αὑτοῦ καλεῖ διὰ τὴν ἀσέβειαν. Ἀλλὰ φιλάνθρωπος ὢν εὐθὺς ἀνεκαλέσατο τὴν ἐξενεχθεῖσαν ἀπόφασιν. «Ἔσται γὰρ, φησὶν, ἐν τῷ τόπῳ ᾧ ἐῤῥέθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς, αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. (ιαʹ.) Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτὸ, καὶ θήσονται αὑτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, διότι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ.» Διὰ τούτων τὴν ἀπὸ Βαβυλῶνος ἀνάκλησιν προηγόρευσε, καὶ ὅτι μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον οὐκέτι διῃρημένους ἕξουσι βασιλέας, ἀλλ' ἑνωθέντες καὶ συναφθέντες ἕνα σχήσουσιν ἄρχοντα. Καὶ τοῦτο δὲ πέρας ἔλαβεν ἐπὶ τοῦ Ζοροβάβελ. Ἡμέραν δὲ τοῦ Ἰεζραὲλ ἐκάλεσε τὴν ἐπενεχθεῖσαν ὑπὸ τῶν Ἀσσυρίων τῷ Ἰσραὴλ συμφορὰν ἐν τῇ κοιλάδι τοῦ Ἰεζραέλ. Ἐπειδὴ γὰρ, φησὶ, μεγάλην αὐτοῖς ἐπάγω τιμωρίαν, μεγάλης αὐτοὺς ἀξιώσω καὶ σωτηρίας, καὶ τῆς δουλείας ἐλευθερώσας, εἰς τὴν πατρῴαν ἐπανάξω πατρίδα. ΚΕΦΑΛ. Βʹ. Εἶτα παρακελεύεται αὐτοῖς, ὡς τῶν πραγμάτων μεταβολὴν δεξαμένων ἐναλλάξαι καὶ τὰ ὀνόματα, καὶ καλέσαι τὸν Οὐ λαὸν, Λαὸν, καὶ τὴν Οὐκ ἠγαπημένην, Ἠγαπημένην. Ὑμεῖς γὰρ, φησὶν, οἱ τῆς σωτηρίας ἀπολαύσαντες, καὶ ἐκ Βαβυλῶνος ἐπανελθόντες, γένεσθε κριταὶ τῆς μητρὸς ὑμῶν καὶ ἐμοῦ,