# Interpretatio in xii prophetas minores 81.1561

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1561

τουτέστι, τῶν προγόνων τῶν εἰς ἐμὲ παρανενομηκότων, ὅτι αὕτη οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς. Ἀποστάσιον, φησὶν, ἐγένετο τῆς αἰτίας ἐξ ἐκείνης γεγενημένης. Τοιοῦτον εὑρίσκομεν καὶ παρὰ τῷ Ἡσαΐᾳ εἰρημένον· «Καὶ νῦν, οἶκος τοῦ Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου· διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.» Καὶ ἐνταῦθά φησι· βʹ. «Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς.» Καὶ δεικνὺς, ὡς οὐκ ἐπὶ λύμῃ αὐτῆς τὸ ἀποστάσιον τοῦτο πεποίηται, ἐπάγει· «Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἀπὸ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς.» Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένον· «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως μάθω τὰ δικαιώματά σου.» Καὶ ταύτην δὲ παιδεύων ὑπισχνεῖται τῆς πορνείας καὶ τῆς μοιχείας αὐτὴν ἐλευθεροῦν, οὐχ ἁπλῶς, ἀλλὰ πρόῤῥιζον ταύτην ἐκ μέσου τῶν μαστῶν ἀνασπᾷν. Παραδηλοῖ δὲ τὴν καρδίαν τὴν ὑπὸ τοῖς μαστοῖς κειμένην, ἐξ ἧς ἐκπορεύονται διαλογισμοὶ πονηροὶ, φθόνοι, φόνοι, μοιχεῖαι, πορνεῖαι, καὶ τὰ τούτοις ὅμοια. Μεγίστην τοίνυν ὄνησιν ἡ τοῦ Θεοῦ φέρει παιδεία, τῆς πορνείας τοὺς παιδευομένους ἐλευθεροῦσα. Διδάσκει δὲ καὶ τῆς παιδείας τὰ εἴδη. γʹ. «Ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέρα τῆς γενέσεως αὐτῆς.» Ἡμέραν δὲ γενέσεως καλεῖ τὴν ἐν Αἰγύπτῳ διαγωγήν. Ἔρημον αὐτὴν, φησὶ, τῆς ἐμῆς καταστήσω προνοίας, καὶ δουλεύειν Ἀσσυρίοις, ὡς ἐδούλευσεν Αἰγυπτίοις, παρασκευάσω. Καὶ ἀνύδρῳ δὲ γῇ καὶ ἐρήμῳ παραπλησίαν αὐτὴν ἀποφανῶ· καὶ διαφθερῶ αὐτὴν ἐν δίψει. Αἰνίττεται δὲ διὰ τοῦ δίψους, οὐ μόνον τὴν τοῦ ὕδατος ἔνδειαν, ἀλλὰ καὶ τῆς θείας κηδεμονίας στέρησιν. Οὐδὲ τὰ τέκνα δὲ αὐτῆς, φησὶν, ἀξιώσω φειδοῦς, ὅτι ἐκ δυσσεβῶν γεννηθέντα, τὴν τῶν πατέρων ἐμιμήσαντο βδελυρίαν. Πορνείαν γὰρ ἐνταῦθα τὴν τῶν εἰδώλων λατρείαν καλεῖ· σαφέστερον δὲ αὐτῆς τὴν ἀγνωμοσύνην ἐλέγχων ὑποδείκνυσιν αὐτὴν λέγουσαν, ὡς προσήκει τοῖς ἐρασταῖς ἀκολουθῆσαι· τουτέστι, τοῖς εἰδώλοις· παρ' ὧν ἅπασαν, φησὶ, λαμβάνω τῶν ἀναγκαίων τὴν ἀφθονίαν. Καὶ ἐπειδὴ ἠγνόησε τὸν δοτῆρα τῶν ἀγαθῶν, εἰκότως ἐπάγει· ϛʹ. «Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὑτῆς οὐ μὴ εὕρῃ.» Καὶ αὐτὴ δὲ ἡ τιμωρία φιλανθρωπίας μεστή· πραγματεύεται γὰρ αὐτῇ παῦλαν τῆς δυσσεβείας· μαθοῦσα γὰρ τῇ πείρᾳ τῶν κακῶν τὴν τῶν εἰδώλων ἀσθένειαν (ἐκάλεσε γὰρ αὐτοὺς εἰς συμμαχίαν ἐν τῷ τῆς ἐφόδου καιρῷ, καὶ τῆς παρ' αὐτῶν ἐπικουρίας οὐκ ἔτυχε· «Ζητήσει γὰρ αὐτοὺς, φησὶ, καὶ οὐ μὴ εὕρῃ),» ἀναμνησθήσεται τῆς θείας κηδεμονίας, καὶ ἐρεῖ· «Πορεύσομαι, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
