# Interpretatio in xii prophetas minores 81.1564

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1564

ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλός μοι ἦν τότε, ἢ νῦν. Καὶ τίς οὐκ ἂν εἰκότως ἐκπλαγείη τὴν θείαν φιλανθρωπίαν, ὃς Θεὸς ὢν, καὶ ποιητὴς, καὶ Κύριος, ἄνδρα ἑαυτὸν, ἀλλ' οὐ δεσπότην ἀποκαλεῖ; Ἐπειδὴ γὰρ πλείων τῆς γυναικὸς ἡ περὶ τὸν ἄνδρα φιλοστοργία, ἢ δούλοις πρὸς δεσπότην, ταύτην ἐνθεῖναι τοῖς ἀνθρώποις βουλόμενος τὴν διάθεσιν, νυμφίον ἑαυτὸν καὶ ἄνδρα προσαγορεύει. Ἀλλ' ὅμως τοὺς ἀγνώμονας οὐδὲ ταῦτα εἰς εὐγνωμοσύνην κινεῖ. Διὸ καὶ περὶ ἐκείνων φησὶν, ὅτι ηʹ. «Αὐτὴ οὐκ ἔγνω, ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον· ἀργύριον καὶ χρυσίον ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ Βάαλ.» Καὶ ἃ παρὰ τοῦ Θεοῦ ἐκομίσατο δῶρα, ταῦτα τοῖς ἀντιθέοις ἐκείνοις προσήνεγκε. Διὸ χαλεπαίνων ὁ Θεὸς ἀπειλεῖ καὶ σίτου καὶ οἴνου στερίσκειν αὐτούς· καὶ ἵνα μὴ νομίσωσι τὴν γῆν ἀκαρπίαν νοσεῖν, εἰκότως ἐπήγαγε, «Καθ' ὥραν αὑτοῦ·» τουτέστι, μετὰ τὸ πεπανθῆναι, καὶ πέπειρον γενέσθαι, ἐν ἀμητοῦ καὶ τρύγης καιρῷ. Ἀπειλεῖ δὲ καὶ ἐσθῆτα ἀφαιρεῖσθαι, ὥστε καὶ τῶν ἀναγκαίων περιβολαίων σπανίζειν. Οἱ δὲ ἐρασταὶ αὐτῆς, φησὶ, ταῦτα ὁρῶντες, ἐπαμῦναι αὐτῇ οὐ δυνήσονται. Πρὸς τούτοις, καὶ τὰς πανηγύρεις καταπαύειν, καὶ πᾶσαν ἀφορμὴν εὐφροσύνης σβεννύναι, συκᾶς τε καὶ ἀμπέλους διαφθείρειν, διὰ τῆς προφητικῆς ἠπείλησε γλώττης. Ἐπειδὴ εἶπε, φησὶ, ταῦτα παρὰ τῶν εἰδώλων εἰληφέναι, καὶ ἠγνόησεν ἐμὲ τὸν τούτων γενόμενον χορηγόν. «Καὶ θήσομαι αὐτὰ, φησὶν, εἰς μαρτύριον.» Ἀπὸ θηρίων γὰρ, φησὶ, καὶ πετεινῶν, καὶ ἑρπετῶν ἀφανιζόμενα καὶ διαφθειρόμενα, καὶ τῆς αὐτῶν δυσσεβείας κατηγορήσει, καὶ τῇ ὑπ' ἐμοῦ ἐπενεχθείσῃ μαρτυρήσει παιδείᾳ. Ταῦτα δὲ πείσεται, ἐπειδὴ τὰ Βααλὶμ, τουτέστι, τὰ εἴδωλα, τῆς ἐμῆς προετίμησε θεραπείας, καὶ κόσμῳ παντοδαπῷ κεχρημένη τὰς ἐκείνων ἑορτὰς ἐπιτελεῖ. Διὰ τοῦτό φησιν ιδʹ. «Ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν, καὶ τάξω αὐτὴν εἰς ἔρημον.» Ἀντὶ τοῦ, Ἀλᾶσθαι αὐτὴν καὶ πλανᾶσθαι αἰχμάλωτον γενομένην παρασκευάσω, καὶ τούτων ἁπάντων τῶν ἀγαθῶν ἔρημον καταστήσω· ἀλλ' ὅμως ψυχαγωγήσω αὐτὴν ἐν τούτοις οὖσαν τοῖς ἀλγεινοῖς. ιεʹ. «Λαλήσω γὰρ, φησὶν, ἐπὶ τὴν καρδίαν αὐτῆς· καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν, καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς.» Τὸ δὲ Ἀχώρ παρὰ τῷ Σύρῳ Ἀχάρ εὗρον· οὗτος δ' ἐστὶν ὁ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ κεκλοφὼς, καὶ τὸ τεθὲν ἀνάθεμα παραβεβηκὼς, ὃς καὶ τιμωρίαν ἐξέτισε, παντὸς αὐτὸν τοῦ λαοῦ καταλεύσαντος. Ἀλλὰ μετὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
