# Interpretatio in xii prophetas minores 81.1573

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1573

Οὐ γὰρ μόνον πονηρῶν ἔργων, ἀλλὰ καὶ λογισμῶν ἀτόπων εὐθύνας εἰσπράξομαι. ιʹ. «Καὶ φάγονται, καὶ οὐ μὴ ἐμπλησθῶσιν.» Ἐπάλληλα, φησὶν, αὐτοῖς ἐπάξω κακὰ, καθάπερ τοῖς κόρον σιτίου λαβεῖν οὐκ ἐθέλουσι πλείονα προσφέρεται τὰ ἐδέσματα. Πάλιν δὲ αὐτῶν τὰς παρανομίας καταλέγει, οἰνοφλυγίαν αὐτοῖς ἐγκαλῶν, καὶ τὴν τῶν εἰδώλων λατρείαν· ταύτην γὰρ αὐτὴν ὀνομάζει πορνείαν. Προστίθησι δὲ καὶ τὴν καταγέλαστον μαντείαν, διδάσκων, ὅπως τε αὐτοὶ τῶν χρᾷν ἐπαγγελλομένων ἐπυνθάνοντο, κἀκεῖνοι τίνι τρόπῳ τὰς ἀποκρίσεις ἐποιοῦντο. ιβʹ. «Ἐν συμβόλοις γὰρ, φησὶν, ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ.» Οἱ μὲν γὰρ, φησὶ, διὰ συμβόλων τινῶν μαθεῖν τὸ πρακτέον ἐζήτουν· οἱ δὲ ῥάβδοις τισὶ κεχρημένοι συνεργοῖς τῆς ἀπάτης, ἀπήγγελλον ἃ ἠβούλοντο. Ταῦτα δὲ παρ' αὑτῶν ἐτολμῶντο, ἐπειδὴ πορνικὴν ἐκτήσαντο γνώμην· πνεῦμα γὰρ πορνείας τὴν περὶ τὴν πορνείαν ὁρμὴν ὀνομάζει. Καὶ σαφέστερον διδάσκων τίνα προσαγορεύει πορνείαν, ἐπήγαγε· «Καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ Θεοῦ αὑτῶν.» Καὶ τὸν τρόπον ὑποδεικνύς· ιγʹ. «Ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος· ὅτι καλὸν σκέπη.» Ἐπιτερπόμενοι γὰρ τοῖς ἀμφιλαφέσι τῶν δένδρων, οὐ τὸν τούτων ποιητὴν προσεκύνουν, ἀλλὰ τούτοις ἀντ' ἐκείνου τὰς θυσίας προσέφερον. Οὗ χάριν, φησὶν, οὐδεμιᾶς παρ' ἐμοῦ τεύξεσθε προμηθείας, τῶν θυγατέρων ὑμῶν καὶ τῶν νυμφῶν προφανῶς ὑπὸ τῶν ἐπιόντων ὑμῖν πολεμίων μοιχευομένων. Ἃ γὰρ κρύβδην παρ' ὑμῶν ἐτολμᾶτε, ταῦτα ἀναφανδὸν συγχωρήσω γενέσθαι. Ταῦτα γὰρ προεδήλωσεν εἰρηκώς· «Ὅτι καὶ αὐτοὶ μετὰ πορνῶν συνεφύροντο, μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ λαὸς οὐ συνιὼν συνεπλέκετο μετὰ πόρνης.» Πορνείαν τοίνυν ποτὲ μὲν τὴν ἀκολασίαν, ποτὲ δὲ τὴν ἀσέβειαν ὀνομάζει· τετελεσμένους δὲ καλεῖ τοὺς τὰ τῆς ἀσεβείας ὄργια μεμυημένους. Καθάπερ γὰρ ἡμεῖς τοὺς τῶν θείων μυστηρίων ἠξιωμένους πιστοὺς ὀνομάζομεν, οὕτω τετελεσμένους ὠνόμαζον Ἕλληνες, τοὺς ἀκριβέστερον δεδιδαγμένους τὴν σφετέραν ἀσέβειαν. Οὕτως αὐτοῖς ἀπειλήσας, πάλιν προσφέρει παραίνεσιν. ιεʹ. «Σὺ δὲ, Ἰσραὴλ, μὴ ἀγνόει, καὶ Ἰούδα, μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα, καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ὢν, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον.» Τὸ Ὢν ὄνομά ἐστι τοῦ εἰδώλου τοῦ ἐν Βαιθήλ· οὐ γὰρ, ὥς τινες ὑπέλαβον, τὸν ἀΐδιον ἑρμηνεύει, τουτέστι, τὸν ὄντα· ἀλλ' Ἑβραϊκόν ἐστιν, οὐχ Ἑλληνικὸν ὄνομα. Τοῦτο δὲ σαφῶς ἡμᾶς καὶ οἱ λοιποὶ τῆς Ἑβραΐδος

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
