# Interpretatio in xii prophetas minores 81.1576

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1576

ἐδίδαξαν γλώσσης ἑρμηνευταί. Ὁ μὲν γὰρ Ἀκύλας καὶ Θεοδοτίων οἶκον ἀνωφελῆ ἡρμηνεύκασιν· ὁ δὲ Σύμμαχος οἶκον ἀδικίας· ἀμφότερα δὲ συμβαίνει τῷ πράγματι. Οἱ γὰρ αὐτόθι προεδρεύοντες οὐ μόνον ἐκεῖθεν οὐδεμίαν ὠφέλειαν, ἀλλὰ καὶ λώβην ἐδέχοντο, ἄδικοι καὶ ἀγνώμονες περὶ τὸν σφῶν αὐτῶν εὐεργέτην γιγνόμενοι. Γάλγαλα δὲ πόλις ἦν καὶ αὐτὴ εἰδώλοις ἀνακειμένη πολλοῖς· ἐν ταύτῃ δὲ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τοὺς ἀπεριτμήτους τοῦ λαοῦ περιέτεμε ταῖς πετρίναις μαχαίραις χρησάμενος ἐν αὐτῇ καὶ τοὺς δώδεκα λίθους ἀπέθετο, οὓς ἐκ μέσου τοῦ Ἰορδάνου λαβεῖν προσέταξεν ὁ Θεὸς, ἵν' ὦσι μνημόσυνον τῆς γενομένης εὐεργεσίας, καὶ δι' ἐκείνων μάθωσιν οἱ εἰς ὕστερον ἐσόμενοι, ὡς ξηρῷ τῷ πόρῳ χρησάμενος ὁ λαὸς τὴν πάροδον ἐποιήσατο. Μεγίστης τοίνυν ἀχαριστίας τεκμήριον τὸ τὴν πόλιν ἐκείνην, ἐν ᾗ τοσαῦτα μνημεῖα τῆς θείας εἶχον εὐεργεσίας, ἀσεβείας ἀποφῆναι μητρόπολιν. Τὸ δὲ, «Μὴ ὀμνύετε ζῶντα Κύριον,» οὐχ ἁπλῶς ἀπαγορεύει· ἀλλ' ἐπειδὴ οἱ τῷ Ὢν προστετηκότες, καὶ κατὰ τούτου τοὺς ὅρκους ποιούμενοι, ζῶντα Κύριον αὐτὸν προσηγόρευον. Καὶ τοῦτο ἀλλαχόθεν ἔστι μαθεῖν. «Ἐὰν γὰρ, φησὶν, ἐξάρῃς τὰ Βααλὶμ ἐκ τοῦ στόματός σου, καὶ ὀμόσῃς, Ζῇ Κύριος, μετ' ἀληθείας.» Τουτέστιν, ἐὰν τῶν εἰδώλων ἐξορίσῃς τὴν μνήμην, καὶ τῇ ἐμῇ θεραπείᾳ προσέχων, καὶ ζῶντά με Κύριον ὀνομάζων, ὀμόσῃς τιμῶν τὴν ἀλήθειαν καὶ μυσαττόμενος τὸ ψεῦδος ιϛʹ. «Ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ· νῦν νεμήσει αὐτοὺς Κύριος, ὡς ἀμνὸν ἐν εὐρυχώρῳ.» Οἶστρός ἐστι μυῖά τις ταῖς βουσὶν ἐπιοῦσα, καὶ τοσαύτην αἴσθησιν ἐμποιοῦσα τοῖς δήγμασιν, ὡς τὰς ὑπ' ἐκείνης νυττομένας μήτε τῆς τῶν βουκόλων ἀνέχεσθαι φωνῆς, μήτε ταῖς ἄλλαις συννέμεσθαι βουσὶν, ἀλλὰ θέειν ἁπλῶς, καὶ κατὰ κρημνῶν ἔστιν ὅτε φέρεσθαι. Ταύταις, φησὶν, ἔοικεν ὁ Ἐφραῒμ, τῆς τῶν εἰδώλων θεραπείας τὸν οἶστρον δεξάμενος· Ἐφραῒμ δὲ τὰς δέκα φυλὰς, ὡς προείπομεν, ὀνομάζει. Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτοὺς ἀποιμάντους καταλείψω, ἀλλὰ δορυαλώτους ἀπαχθῆναι ποιήσας, τῇδε κἀκεῖσε διασπερῶ, ὡς μηδὲν διαφέρειν ἀμνοῦ πλανωμένου καὶ τὴν μητρῴαν ἐπιζητοῦντος θηλήν. Ταῦτα δὲ πείσεται, ἐπειδὴ τάς τε δαμάλεις, καὶ τὰ λοιπὰ εἴδωλα, καθάπερ τινὰ σκάνδαλα καὶ πάγας ἑαυτῷ προτεθεικὼς, τὴν τῶν Χανανιτῶν δυσσέβειαν ἐζήλωσε, καὶ ἀλαζονείᾳ κατ' ἐμοῦ χρησάμενος, τὴν τῶν εἰδώλων λατρείαν τῆς ἐμῆς θεραπείας προείλετο. «Ἠγάπησαν γὰρ ἀτιμίαν ἐκ φρυάγματος αὐτῆς.» Ἀλλὰ τούτου χάριν, ιθʹ. «Συστροφὴ πνεύματος αὐτοῦ συριεῖ ἐν ταῖς πτέρυξιν αὐτῆς.» Καθάπερ γὰρ, φησὶ, τὰ ὄρνεα τῇ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
