# Interpretatio in xii prophetas minores 81.1577

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1577

κινήσει τῶν πτερῶν τὸν ἀέρα σὺν ἤχῳ τινὶ διατέμνει· οὕτως αὕτη οἷόν τις ὑπόπτερος εἰς τὴν ἀλλοτρίαν ἀπαχθήσεται, καθάπερ τινὸς συστροφῆς τῆς ἐμῆς ὀργῆς ὑποσυρούσης αὐτὴν, κἀκεῖ διάγειν ἀναγκαζούσης· ὑπομενεῖ δὲ ταῦτα τῶν εἰδωλικῶν θυσιαστηρίων τοὺς καρποὺς δρεπομένη. ΚΕΦΑΛ. Εʹ. Ταύταις τοίνυν ταῖς ἀπειλαῖς καὶ ὑμεῖς οἱ ἱερεῖς προσέχετε, καὶ ἅπας δὲ ὁ λαὸς, καὶ ἅπαντες οἱ ἐν τοῖς βασιλείοις διάγοντες, τοῖς ὠσὶ τὰ εἰρημένα προσδέξασθε. Διότι· «Πρὸς ὑμᾶς ἐστι τὸ κρῖμα, ὅτι παγὶς ἐγεννήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον. (βʹ.) Ὃ ἀγρεύοντες τὴν θήραν κατέπηξαν.» Πάντας, φησὶν, ὑμᾶς ἐπὶ τὴν ἐμὴν ἄξω κρίσιν· ἅπαντες γὰρ κατὰ τῶν ἐμῶν προφητῶν μυρία ὅσα ἐτεκτήνασθε κακὰ, οἷόν τινα δίκτυα κατ' αὐτῶν ἐξαπλοῦντες τὰς ὑμετέρας ἐπιβουλὰς, καὶ τοῖς ἐν τῷ Ἰταβυρίῳ· ὄρος δὲ τοῦτό ἐστι θήρας διαφόρου μεστόν· τὰ θήρας καταπηγνύουσιν ὄργανα, παραπλησίως ὑμεῖς τὰς τῆς ἐπιβουλῆς καττύετε μηχανὰς κατὰ τῶν ἀποστελλομένων ὑπ' ἐμοῦ προφητῶν τῆς ὑμετέρας ἕνεκεν σωτηρίας. Σκοπιὰν γὰρ, τὸν τῶν προφητῶν προσηγόρευσε σύλλογον· καὶ γὰρ τῷ Ἰεζεκιὴλ ἔφη· «Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.» Τούτου χάριν φησὶ τῷ Ἐφραῒμ καὶ τῷ Ἰσραὴλ, ἀντὶ τοῦ, παντὶ τῷ λαῷ τὴν παιδείαν ἐπάξω. Ἐξεπόρνευσε γὰρ, καὶ ἐμιάνθη τῆς ἐμῆς ἀποστὰς θεραπείας. δʹ. «Καὶ οὐκ ἔδωκαν τὰ διαβούλια αὑτῶν, τοῦ ἐπιστρέψαι πρὸς τὸν Θεὸν αὑτῶν ὅτι, πνεῦμα πορνείας ἐστὶν ἐν αὐτοῖς, τὸν δὲ Κύριον οὐκ ἐπέγνωσαν.» Λογισμοῖς γὰρ ἀτόποις χρησάμενοι, τῆς μὲν ἀληθοῦς θεογνωσίας ἐξέπεσον, τῇ δὲ τῶν εἰδώλων θεραπείᾳ προσέσχον· διὸ τίσουσι ταυτησὶ τῆς ὕβρεως δίκας, προφανῶς ὁρῶντες ὁποῖος ὁ τῆς εὐσεβείας καρπός. Τοῦτο γὰρ εἶπεν· «Εἰς πρόσωπον αὐτοῦ· καὶ Ἰσραὴλ καὶ Ἐφραῒμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὑτῶν· καὶ ἀσθενήσει καὶ Ἰούδας μετ' αὐτῶν.» Ἐπειδὴ αἱ δέκα φυλαὶ πρότερον τὸν ἀνδραποδισμὸν καὶ τὴν δουλείαν ὑπέμειναν, εἰκότως αὐτῶν ἐμνήσθη πρότερον, Ἰσραὴλ αὐτὰς καὶ Ἐφραῒμ ὀνομάσας· τὸν δὲ Ἰούδαν ἁρμοδίως τέθεικε τελευταῖον, ἐπειδὴ μετ' ἐκείνους τὴν αἰχμαλωσίαν ὑπέμεινεν. Εἶτα διδάσκει, ὅπως κατὰ ταὐτὸν μόσχους λαβόντες, καὶ πρόβατα, θυσίας ἐπιτελέσουσιν ἐκζητοῦντες τὸν Κύριον, καὶ οὐ μὴ εὕρωσιν αὐτόν· ἐκκέκλικε γὰρ ἀπ' αὐτῶν. Καὶ τὴν αἰτίαν δεικνὺς, ἐπήγαγεν· ζʹ. «Ὅτι τὸν Κύριον ἐγκατέλιπον.» Καὶ ὅτι παρανόμως ἀλλοφύλους λαβόντες γυναῖκας, ἐξ ἐκείνων ἐπαιδοποίησαν· τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· «Ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· (διὸ)

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
