# Interpretatio in xii prophetas minores 81.1584

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1584

μεθα ἐναντίον αὐτοῦ, καὶ γνωσόμεθα.» Μετὰ γὰρ τὴν ἀνάστασιν, φησὶν ὁ Ἀπόστολος, ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην· «Ἄρτι γὰρ γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.» Τότε τοίνυν, φησὶν, ἀκριβεστέραν τῶν πραγμάτων τὴν γνῶσιν δεξόμεθα· «Νῦν δὲ διώξωμεν τοῦ γνῶναι τὸν Κύριον.» Σπουδαίως, φησὶ, καὶ προθυμοτέρως ἐπιζητήσωμεν. «Ὡς γὰρ ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.» Καθάπερ γὰρ ὁ ὄρθρος λύει τῆς νυκτὸς τὸ ζοφῶδες, οὕτως αὐτὸς τῶν ἐπικειμένων ἡμᾶς ἀπαλλάξει πειρασμῶν, καὶ τῆς αὐτοῦ προνοίας τὴν ἀκτῖνα παρέξει. «Καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.» Πάντων γὰρ ἡμῖν τῶν ἀγαθῶν παρέξει τὴν ἀφθονίαν. Μετὰ ταύτην αὐτῶν τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν, καθάπερ τις πατὴρ φιλόστοργος τὴν πρὸς αὐτοὺς ποιεῖται διάλεξιν. δʹ. «Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; Τὸ δὲ ἔλεος ὑμῶν, ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη.» Ἐγὼ μὲν γὰρ, φησὶ, πάσης ὑμᾶς ἀξιῶσαι φιλανθρωπίας ἐθέλω· ἡ δὲ παρ' ὑμῶν γινομένη μεταμέλεια πρόσκαιρός ἐστι, καὶ οὐ διαρκὴς, καὶ ἔοικε δρόσῳ βραχείᾳ συνισταμένῃ, καὶ ὑπὸ ἡλίου δαπανωμένῃ, καὶ νεφέλῃ ἕωθεν προφαινομένῃ, καὶ ὑπὸ τῶν ἀκτίνων σκεδαννυμένῃ· τῇ δὲ μεταμελείᾳ παραμετρεῖται τὸ ἔλεος. Ἀλλ' ὅμως καὶ οὕτως ὑμᾶς διακειμένους παντοδαπῆς ἐπιμελείας ἀξιῶν διετέλεσα, ὡς καὶ τοῖς ἐμαυτοῦ προφήταις αἴτιος θανάτου γενέσθαι· εἰς ὑμετέραν γὰρ αὐτοὺς ἀποστέλλων διδασκαλίαν, τὸν παρ' ὑμῶν αὐτοῖς προὐξένησα θάνατον. Ταῦτα γὰρ ἐδήλωσεν εἰρηκώς. εʹ. «Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου, καὶ τὸ κρῖμά μου ὡς φῶς ἐξελεύσεται.» Καὶ γὰρ ἅπαντας τοὺς προφήτας ἂν ἀνέλητε, οὐ δυνήσεσθε δεῖξαι τὴν προφητείαν ψευδῆ· οἷόν τι γὰρ φῶς τὴν ταύτην ἀλήθειαν ἐπιδείξω. ϛʹ. «Διότι ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα. Αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην, ἐκεῖ κατεφρόνησάν μου.» Θυσιῶν μὲν γὰρ, φησὶν, οὐ προσδέομαι, δέχομαι δὲ ταύτας τῇ τῆς ὑμετέρας γνώμης ἀσθενείᾳ συγκαταβαίνων. Ἀπαιτῶ δὲ τὰ δύο ταῦτα, τήν τε περὶ ἐμὲ εὔνοιαν, καὶ τὴν εἰς τὸν πέλας φιλανθρωπίαν. Ταῦτα γὰρ καὶ νομοθετῶν πρῶτα τέθεικα· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου· καὶ ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν.» Ἀλλ' ἐγὼ μὲν ταῦτα νενομοθέτηκα· αὐτοὶ δὲ ἐοίκασιν ἀνθρώπῳ τὰς συγκειμένας αὐτῷ πρός τινα παραβαίνοντι συνθήκας. Παραπλησίως γὰρ καὶ οὗτοι, τῆς ἐμῆς μακροθυμίας καταφρονοῦντες, τοὺς τεθέντας αὐτοῖς ἐπάτησαν νόμους.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
