# Interpretatio in xii prophetas minores 81.1585

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1585

ηʹ, θʹ. «Κατεφρόνησέ μου Γάλγαλα, πόλις ἐργαζομένη μάταια, ταράττουσα ὕδωρ. Καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ.» Ταύτης καὶ ἄνω τῆς πόλεως ἐμνημόνευσεν, ὡς εἰδώλοις ἀνακειμένης, καὶ πολλοὺς εἰς ἀσέβειαν ἐκκαλουμένης. Ταράσσειν δὲ αὐτοὺς ἔφη ὕδωρ, τὸ καθαρὸν τῆς θεογνωσίας ἐπιθολοῦσαν. Πειρατῇ δὲ τὴν ἰσχὺν αὐτῆς ἀπείκασεν, ἐπειδὴ γοητικαῖς μαγγανείαις καὶ σοφίσμασί τισι μεμηχανημένοις, τὰς τῶν εἰδώλων ἐποιοῦντο κινήσεις. Καθάπερ γὰρ οἱ πειραταὶ κρύβδην τοῖς ναυτιλλομένοις ἐπιᾶσιν, οὕτως οἱ τῶν εἰδώλων θεραπευταὶ, μὴ δυνάμενοι δεῖξαι προφανῶς τὴν τούτων ἐνέργειαν, διὰ τῶν μεμηχανημένων αὐτοῖς τεχνασμάτων ἐξαπατῶσι τοὺς ἀνοήτους. Δέον δὲ τοὺς θείους ἱερέας μετὰ παῤῥησίας ἐλέγχειν τὴν τετολμημένην ἀσέβειαν, ἐσίγων, τὴν τῶν ἀσεβούντων δεδιότες μανίαν. Εἰκότως τοίνυν αὐτῶν καὶ μάλα δικαίως κατηγορεῖ, λέγων· «Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σίκημα, ὅτι ἀνομίαν ἐποίησαν. (ιʹ, ιαʹ.) Ἐν τῷ οἴκῳ Ἰσραὴλ εἶδον φρικώδη ἐκεῖ πορνείαν τοῦ Ἐφραῒμ, ἐμιάνθη Ἰσραήλ. Καὶ Ἰούδα ἀφῆκε θερισμὸν αὑτοῦ.» Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. Λευῒ, ὁ τῶν ἱερέων προπάτωρ, τῷ Συμεὼν χρησάμενος συνεργῷ, τὴν Σικιμιτῶν πόλιν ἄρδην ἠφάνισεν ἅπασαν, τῆς εἰς τὴν ἀδελφὴν ὕβρεως ποινὴν τοὺς πεπαρῳνηκότας πραττόμενος. Ἐγκαλεῖ τοῖς ἱερεῦσιν, ὅτι· Ἐκείνων ὄντες ἀπόγονοι, τῶν ἐκείνων, φησὶν, οὐκ ἐσχήκατε ζῆλον. Ἐκεῖνοι μὲν γὰρ ἐτιμώρησαν ἠδικημένῃ τῇ ἀδελφῇ, καὶ ὑπὲρ τῆς πατρῴας οἰκίας ἐζήλωσαν· ὑμεῖς δὲ, πάσης τιμῆς ἀπολαύοντες, οὐδὲ διελέγξαι τὴν εἰς ἐμὲ γιγνομένην παρανομίαν ἠνέσχεσθε. Ἀλλ' ὁρῶντες τὰ φρικώδη ἐκεῖνα καὶ μετὰ δέους μιάσματα, οὐχ ὑφ' ἑνὸς ἀνθρώπου τολμώμενα, ἀλλὰ παντὸς τοῦ τε Ἐφραῒμ καὶ τοῦ Ἰούδα, σιγῶντες διετελέσατε. Τὸ δὲ πάντων ἀνιαρώτατον, ὅτι καθ' ὃν ἔδει καιρὸν θερίζειν τὸν Ἰούδαν τῶν θείων ἐπαγγελιῶν τοὺς καρποὺς, τότε τὸν ἀμητὸν ἀθέριστον καταλέλοιπεν· ἀλλὰ τῆς ὀλιγωρίας καὶ ῥᾳστώνης παυσάμενος, ὦ Ἰούδα· «Ἄρχου τρυγᾷν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου, ἐν τῷ ἰᾶσθαί με τὸν Ἰσραήλ.» Ἐπειδὴ, φησὶ, πρὸ τῆς τῶν κακῶν πείρας, οὐκ ἠθέλησας τοὺς τῆς δικαιοσύνης τρυγῆσαι καρποὺς, νῦν μετὰ τὴν πεῖραν, καὶ μετὰ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον, ἐννόμως πολιτεύου, καὶ τοὺς ἐντεῦθεν φυομένους δρέπου καρπούς. Προσφόρως δὲ εἶπεν· «Ἄρχου τρυγᾷν σεαυτῷ·» οὐ γὰρ τῷ Θεῷ τι παρέχομεν ἐννόμως πολιτευόμενοι, ἀλλ' ἡμῖν αὐτοῖς τὰ ἐντεῦθεν προξενούμενα ἀγαθά. ΚΕΦΑΛ. Ζʹ. αʹ. «Καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Ἐφραῒμ,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
