Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1588
Not analysed yet
καὶ ἡ κακία Σαμαρείας, ὅτι ἠγάπησαν ψευδῆ.» Δήλη πᾶσιν ἡ παρανομία αὐτῶν διὰ τῆς τιμωρίας γενήσεται. «Καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ.» Ἐπειδὴ γὰρ, τῆς ἀληθοῦς θεογνωσίας ἀμελήσαντες, περὶ τὴν τῶν εἰδώλων διετέθησαν πλάνην, λῃστῶν δίκην καὶ κλεπτῶν ἐπελθόντες αὐτοῖς οἱ πολέμιοι, τὰ μὲν ἐμπρήσουσι καὶ δῃώσουσι, τὰ δὲ ληΐσονται, καὶ πάντων αὐτοὺς στερήσουσι τῶν ἀγαθῶν. βʹ. «Ὅπως συνᾴδωσιν, ὡς ᾄδοντες ἐν ταῖς καρδίαις αὑτῶν.» Τούτων δὲ, φησὶ, γιγνομένων, θρηνῳδοῦντες καὶ ὀλοφυρόμενοι διατελέσουσιν, οὐδὲ μετὰ φωνῆς ᾄδειν τοὺς θρήνους τολμῶντες, ἀλλὰ κατὰ διάνοιαν τὰς ὀλοφύρσεις ποιούμενοι. «Πασῶν γὰρ τῶν κακιῶν αὐτῶν ἐμνήσθην· νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.» Ἐπὶ πλεῖστον, φησὶ, μακροθυμήσας, καὶ ὥσπερ ὁρᾷν οὐ δοκῶν τὰ τολμώμενα, νῦν σαφῶς αὐτὰ θεωρῶ, τιμωρίαν αὐτοῖς ἐπαγαγεῖν δοκιμάσας. Τούτου χάριν ὁ μακάριος βοᾷ Δαβίδ· «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.» Διαβούλια δὲ Ἀκύλας καὶ Σύμμαχος, τὰ ἐπιτηδεύματα ἡρμήνευσαν· ταὐτὸ δὲ σημαίνει. Οἱ μὲν γὰρ Ἑβδομήκοντα τὴν πρώτην ὁρμὴν τῆς ψυχῆς τοὺς λογισμοὺς τεθείκασιν· οἱ δὲ τὰ ἐκ τούτων τεχθέντα ἐπιτηδεύματά τε καὶ ἔργα. γʹ. «Ἐν ταῖς κακίαις αὑτῶν ηὔφραναν βασιλεῖς, καὶ ἐν τοῖς ψεύδεσιν αὑτῶν ἄρχοντας.» Πρόχειροι γὰρ εἰς ὄλεθρον γεγονότες διὰ τὴν οἰκείαν παρανομίαν, εὐφροσύνης τοῖς πολεμήσασιν αὐτοὺς ἐγένοντο πρόξενοι. δʹ. «Καὶ πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν.» Ἅπαντες, φησὶν, ὑπὸ τῆς ἀκολάστου πυρπολούμενοι γνώμης, κλιβάνῳ ἐκπεπυρωμένῳ ἐοίκασι, καὶ πρὸς ὑποδοχὴν ἑτοίμῳ τῆς εἰς ἀρτοποιΐαν κατεσκευασμένης ζύμης. «Κατακαύσει αὐτοὺς ἀπὸ τῆς φλογός.» Τὸ τῆς ἀκολασίας πῦρ τὴν πολεμικὴν αὐτοῖς ἐπάξει φλόγα. «Ἀπὸ φυράσεως στέατος ἕως τοῦ ζυμωθῆναι αὐτὸ ὅλον, αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν.» Καθάπερ γὰρ ἡ ζύμη τὰ συμφυρόμενα ἄλευρα εἰς τὴν οἰκείαν μετατίθησι φύσιν, οὕτως ἡ ζύμη τῆς ἀσεβείας, ὑπὸ τοῦ Ἱεροβοὰμ τοῦ πρώτου βασιλεύσαντος ὑμῶν προσενεχθεῖσα, ὑμῖν τε καὶ τοῖς κατὰ καιρὸν ἐν ὑμῖν βεβασιλευκόσιν ὑμῖν, τῆς οἰκείας μεταδέδωκεν ἅπασι δυσωδίας. Ἐντεῦθεν λοιπὸν τῶν ἀρχόντων ποιεῖται τὴν κατηγορίαν, ὡς οἰνοφλυγίᾳ χαιρόντων, καὶ τούτου χάριν εἰς ὀργὴν ἐξαπτομένων, καὶ δωροδοκίᾳ χρωμένων, καὶ ἀνοσίοις ἀνδράσι καὶ κακῶν αἰτίοις συνδιαγόντων. Τούτους γὰρ προσαγορεύει λοιμοὺς, ὡς λύμης καὶ βλάβης αἰτίους. Καθάπερ γὰρ ὁ λοιμὸς εἰ προσάψαιτό τινος, καὶ τοὺς πελάζοντας διὰ τούτου λωβᾶται· οὕτως οἱ πονηρίᾳ