# Interpretatio in xii prophetas minores 81.1589

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1589

συζῶντες τοῖς γνωρίμοις λυμαίνονται· φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί· διδάσκει δὲ, ὡς καὶ νύκτωρ τὰς ἐπιβουλὰς διετέλουν καττύοντες, καὶ μεθ' ἡμέραν πυρὸς δίκην τοὺς ὑπ' αὐτῶν ἀδικουμένους διέφθειρον· τὸ γὰρ, «Ἐν τῷ καταράσσειν αὐτοὺς ὅλην τὴν νύκτα,» οἱ πάντες ἑρμηνευταὶ συμφώνως ἐνεδρεύειν τεθείκασιν. Ἀλλὰ τούτων τίσουσι δίκας· «Πῦρ γὰρ κατέφαγε τοὺς κριτὰς αὐτῶν, πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσον.» Καὶ τὸ πάντων αἴτιον τῶν κακῶν, «Οὐκ ἦν γὰρ ἐν αὐτοῖς ὁ ἐπικαλούμενος πρός με.» Ὡς παρεληλυθότα τὰ ἐσόμενα εἴρηκε, δεικνὺς, ὡς πάντως ταῦτα γενήσεται, καὶ οὐδὲν κωλύσει τὴν τῆς προῤῥήσεως ἔκβασιν. Τοῦτο καὶ παρὰ τοῖς ἄλλοις προφήταις εὑρίσκομεν τὸ ἰδίωμα· καὶ γὰρ Ἡσαΐας βοᾷ· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη.» Καί· «Ἡ κρίσις αὐτοῦ ἤρθη.» Καί· «Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος·» ἀντὶ τοῦ, Ὀψόμεθα, καὶ Ἀρθήσεται, καὶ Ἀχθήσεται. Καὶ πάλιν· «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς, καὶ ἐδόθη ἡμῖν·» ἀντὶ τοῦ, Γεννηθήσεται, καὶ Δοθήσεται. Ἐντεῦθεν εἰς δευτέραν κατηγορίαν τρέπει τὸν λόγον. ηʹ. «Ἐφραῒμ ἐν τοῖς λαοῖς αὐτὸς συνανεμίγνυτο.» Προφανὴς δὲ ἡ παρανομία· ταύτης δὲ καὶ ὁ μακάριος κατηγορεῖ Δαβὶδ, λέγων· «Ἐπεμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν.» Ἐφραῒμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος.» Ἐπέμεινε, φησὶ, τῇ κακίᾳ, καὶ μεταβολὴν ἐπὶ τὸ κρεῖττον οὐδεμίαν ἐδέξατο, καθάπερ ὁ ἐγκρυφίας κατὰ θάτερον μέρος προσομιλῶν τῷ πυρὶ, καὶ διακαιόμενος. θʹ. «Κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω.» Καὶ τῶν κακῶν δὲ, φησὶν, ἐπικειμένων, ἀγνοεῖ τὸν παιδεύοντα. «Καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω.» Οὐδὲ τῷ πολλῷ, φησὶ, χρόνῳ ἐδιδάχθη τὸ δέον. ιʹ. Καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ.» Ὄψεται, φησὶ, σαφῶς, καὶ μαθήσεται, οἵους ἡ ἀσέβεια τίκτει καρπούς. «Καὶ οὐκ ἐπέστρεψαν πρὸς Κύριον τὸν Θεὸν αὑτῶν, καὶ οὐκ ἐζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις. (ιαʹ.) Καὶ ἦν Ἐφραῒμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο.» Ταύτας παρ' ἐμοῦ δεχόμενοι τὰς παιδείας, ἐμὲ μὲν οὐδαμῶς παρεκάλεσαν, στῆναι τῶν ἐπιφερομένων αὐτοῖς κακῶν τὴν φορὰν, ἀλλὰ πρὸς Ἀσσυρίους μὲν ἔτρεχον ὑπὸ Σύρων πολεμούμενοι, πρὸς Αἰγυπτίους δὲ ὑπὸ Ἀσσυρίων πολιορκούμενοι, τῆς περιστερᾶς ἐν ἑαυτοῖς δεικνύντες τὴν ἄνοιαν. Καθάπερ γὰρ ἐκείνη τῶν ἰδίων νεοττῶν ἀφαιρουμένων οὐκ ἀφίπταται, ἀλλὰ τοῖς αὐτοῖς προστρέχει χωρίοις, οὕτως οὗτοι θαμὰ καὶ συνεχῶς, νῦν μὲν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
