# Interpretatio in xii prophetas minores 81.1592

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1592

ὑπὸ τούτων, νῦν δὲ ὑπ' ἐκείνων ἀναιρούμενοί τε καὶ ἐξανδραποδιζόμενοι, πρὸς Ἀσσυρίους καὶ Αἰγυπτίους ἔθεον, οὐδεμιᾶς παρ' αὐτῶν ἐπικουρίας τυγχάνοντες. ιβʹ. «Ἐπιβαλῶ ἐπ' αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτοὺς, καὶ παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.» Πρῶτον μὲν γὰρ αὐτοὺς τῇ ἀπειλῇ παιδεύσω τῶν ἀλγεινῶν· εἶτα οἷόν τι δίκτυον τῶν πολεμίων τὸ νέφος αὐτοῖς περιτιθεὶς, ἅπαντας δίκην ὀρνέων θηρεύσω. Καὶ ταῦτα δὲ εἰρηκὼς οὐκ ἀμνημονεῖ τῆς οἰκείας φιλανθρωπίας, ἀλλὰ θρῆνόν τινα ὑπὸ πατρικῆς φιλοστοργίας αὐτοῖς προσφέρει. ιγʹ. «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ.» Καὶ ἐπειδὴ ἀθλίους ἀπεκάλεσεν, ὡς ἀγνώμονας καὶ ἀσεβεῖς περὶ αὐτὸν γενομένους, ἀναγκαίως καὶ τῶν εὐεργεσιῶν τῶν ἀῤῥήτων ἀναμιμνήσκει. «Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς.» Τῆς γὰρ Αἰγυπτιακῆς αὐτοὺς ἠλευθέρωσα δουλείας. «Καὶ αὐτοὶ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ» Τοῦτο καὶ ὁ μακάριος αὐτῶν κατηγορεῖ Δαβίδ· εἰσάγει γὰρ αὐτοὺς λέγοντας· «Ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δυνήσεται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὑτοῦ;» ιδʹ. «Καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν.» Ταὐτὰ καὶ διὰ Ἡσαΐου βοᾷ, λέγων· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ.» Εἶτα διελέγχει ἃ τῶν εἰδώλων ἕνεκα διεπράττοντο. «Ἀλλ' ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὑτῶν, ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο.» Τὴν γὰρ ἐπηγγελμένην τοῖς πατράσιν αὑτῶν ἀπειληφότες γῆν· (ταύτην γὰρ κοίτην ὠνόμασεν, ὡς μετὰ τοὺς ἐν τῇ ἐρήμῳ πόνους διαναπαύσασαν αὐτούς), τὰς ἐθνικὰς τελετὰς ἐπετέλουν, καὶ τοῖς ἐμοῖς ἀγαθοῖς ἐντρυφῶντες, ἐν τοῖς εἰδωλικοῖς ναοῖς τὰς καλουμένας ἐντομίδας τοῖς σφῶν αὐτῶν προσέφερον σώμασι. Τούτου χάριν, φησὶ, δι' ἐμοῦ παιδευθήσονται, ἐπειδὴ παρ' ἐμοῦ δεξάμενοι δύναμιν· (ταύτην γὰρ βραχίονα καλεῖ), «Εἰς ἐμὲ ἐλογίσαντο πονηρά.» ιϛʹ. «Ἐπεστράφησαν εἰς οὐδέν, ἐγένοντο εἰς τόξον οὐ τεταμένον.» Καταλιπόντες γάρ με, ὄνησιν οὐδεμίαν ἐδρέψαντο· ἀλλὰ τόξῳ κεχαυνωμένῳ καὶ οὐκ ἐντεταμένῳ ἐοίκασιν, ὃ οὐδεμίαν βλάβην ἐπιφέρει τοῖς πολεμίοις. Διὸ, «Καὶ οἱ ἄρχοντες αὐτῶν ἐν ῥομφαίᾳ πεσοῦνται διὰ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὕτως ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.» ΚΕΦΑΛ. Ηʹ. αʹ. «Ἐπὶ φάρυγγι αὐτῶν, ὡς γῆ ἄβατος, ὡς σάλπιγξ, ὡς ἀετὸς ἐπ' οἶκον Κυρίου.» Καθάπερ γὰρ οἱ πατέρες αὐτῶν ἀντιλέγοντες διετέλεσαν, καὶ τὴν ἐμὴν ἐκφαυλίζοντες δύναμιν, καὶ τῷ Μωσῇ, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
