# Interpretatio in xii prophetas minores 81.1593

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1593

τῷ Ἀαρὼν προφανῶς ἀντέστησαν, τῆς ἐλευθερίας αὐτῶν χάριν ἀποσταλεῖσιν· οὕτω καὶ οὗτοι τὴν ἐκείνων ἀπαιδευσίαν μιμησάμενοι, ὡς ἄβατος γῆ γενήσονται, καὶ ἐρημίᾳ παντελεῖ παραδοθήσονται, τῆς πολεμικῆς σάλπιγγος ἠχούσης μέγα, καὶ τοῦ βασιλέως τῶν πολεμίων ἀετοῦ δίκην ἐφιπταμένου, καὶ τῷ θείῳ οἴκῳ μετὰ μανίας ὅτι πλείστης ἐπερχομένου. Ὅτι δὲ ἀετὸν τῶν πολεμίων ὠνόμασε τὸν βασιλέα, καὶ ἡ τοῦ Ἰεζεκιὴλ μαρτυρεῖ προφητεία· «Ἀετὸς γὰρ, φησὶν, ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ πολὺς τοῖς ὄνυξιν, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον,» καὶ τὰ λοιπά. Ταῦτα δὲ ὑπομενοῦσιν, «Ἀνθ' ὧν παρέβησαν τὴν διαθήκην μου, καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν.» Τούτου χάριν φησί· βʹ. «Πρὸς ἐμὲ κεκράξονται· Ὁ Θεὸς, ἐγνώκαμέν σε.» Ἐν πείρᾳ γὰρ ἐκείνων γενόμενοι τῶν κακῶν, τότε τὴν ἐπικουρίαν ζητήσουσι. Τί δήποτε δὲ ταῦτα ὑπομενοῦσιν; γʹ. «Ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθά.» Καὶ ποῖα ταῦτα δεικνὺς, ἐπήγαγεν· «Ἐχθρὸν κατεδίωξαν. (δʹ·) Ἑαυτοῖς ἐβασίλευσαν, καὶ οὐ δι' ἐμοῦ· ἦρξαν, καὶ οὐκ ἐγνώρισάν μοι.» Ἡνίκα γὰρ, φησὶ, τῆς ἐμῆς προνοίας ἀπήλαυον, ἁπάντων ἐκράτουν τῶν δυσμενῶν· ἀλλ' ὅμως οὐδὲ τοῦτο αὐτοὺς ἔπεισε τῆς ἐμῆς προνοίας ἀντέχεσθαι, ἀλλ' ἑαυτοῖς ἐχειροτόνησαν βασιλέα, οὐδαμῶς με περὶ τούτου ἐρόμενοι. Τὴν δὲ κατηγορίαν ταύτην τῶν δέκα ποιεῖται φυλῶν, αἳ τὸν Ἱεροβοὰμ ἑαυτοῖς ἐχειροτόνησαν βασιλέα, οὐ πυθόμενοι τοῦ Θεοῦ τῶν ὅλων, εἰ χρὴ τοῦτο ποιῆσαι. Ἀλλὰ μηδεὶς τῶν ταῖς Βασιλείαις ἐντετυχηκότων, ἐναντίον τοῦτο τοῖς ἐκεῖ φερομένοις ἡγείσθω· οὐδὲ γὰρ πρὸς τὸν λαὸν Ἀχείαν τὸν Σιλωνίτην ἀπέστειλεν, ἀλλὰ πρὸς τὸν Ἱεροβοάμ· οὗ χάριν οὐδεμιᾶς εἰσιν ἄξιοι συγγνώμης, ἑαυτοῖς ἐπιτρέψαντες τὴν τοῦ βασιλέως χειροτονίαν. Εἶτα ἐγκαλέσας, ὅτι τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ Θεοῦ τῶν ὅλων εἰληφότες, εἰς τὴν τῶν εἰδώλων κατασκευὴν ἐδαπάνησαν. παραίνεσιν αὐτοῖς προσφέρει, καὶ συμβουλήν. εʹ. «Ἀπόῤῥιψον τὸν μόσχον σου, Σαμάρεια.» Καὶ διὰ μέσου τεθεικὼς τό· «Παρωξύνθη ὁ θυμός μου ἐπ' αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι ἐν τῷ Ἰσραήλ;» ἐπήγαγε· ϛʹ. «Καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ θεός ἐστι· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια.» Κομιδῇ προσφόρως τὴν τῶν εἰδώλων ἀσθένειαν ἐκωμῴδησεν· ὕλης γὰρ εἰς τὸ εἶναι καὶ τέχνης προσδέονται. Καὶ τὴν μὲν ὕλην ἀπὸ τῆς γῆς λαμβάνοντες, οἷον ξύλον, ἢ λίθον, ἢ χρυσὸν, ἢ ἄργυρον, ἢ κασσίτερον, τὸ δὲ εἶδος ἀπὸ τῆς τέχνης ἐρανιζόμενοι, τὰ χειρόκμητα θεοποιοῦσι τῶν ζώων ἰνδάλματα. Καὶ ἐπιμένει τοῖς ἐλέγχοις.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
