# Interpretatio in xii prophetas minores 81.1596

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1596

ζʹ. «Ὅτι ἀνεμόφθορα, φησὶν, συνέσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό.» Οὐδένα γὰρ, φησὶ, καρπὸν ἐκ τῆς τῶν εἰδώλων δρέπεσθε θεραπείας, ἀλλ' ἔοικε τὰ ἐκείνων δράγματα ἀνεμοφθόροις ἀστάχυσιν, οἳ τὰς μὲν θήκας πλήρεις δεικνύουσιν ἔξωθεν, τὸν δὲ σῖτον ἔνδον οὐκ ἔχουσι. Τοιαύτη δὲ καὶ τῶν εἰδώλων ἡ φύσις· τὸ μὲν γὰρ φαινόμενον εἶδος, ἢ ἀνδρὸς, ἢ γυναικὸς, ἢ λέοντος, ἢ ἄλλου τινὸς τῶν ζώων, ἀπὸ τῆς τέχνης λαμβάνει· πάσης δὲ ἰσχύος καὶ ἐνεργείας καθέστηκεν ἔρημος. Διὸ καὶ αὐτὰ, φησὶ, μετὰ τῶν προσκυνούντων διαφθαρήσεται· ἡ γὰρ καταστροφὴ αὐτῶν, φησὶν, ἐκδέξεται αὐτὰ, καὶ ἀλλότριοι καταφάγονται αὐτά. ηʹ, θʹ. «Κατεπόθη Ἰσραήλ· νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον. Ὅτι ἀνέβησαν εἰς Ἀσσυρίους.» Τὴν γὰρ τῶν Ἀσσυρίων βοήθειαν ἐξαιτήσαντες, αὐτοῖς εἰς δουλείαν παραδοθήσονται, οὐδεμίαν τῷ Θεῷ λειτουργίαν ἀποπληροῦντες, οὔτε τὰς κατὰ νόμον ἑορτάζοντες πανηγύρεις. «Καὶ ἀνέθαλε καθ' ἑαυτόν.» Δι' ἐμοῦ γὰρ αὐξηθεὶς, καὶ φυτοῦ δίκην ἀναθήλας, τῆς ἐμῆς ἑαυτὸν θεραπείας ἐχώρισεν. «Ἐφραῒμ δῶρα ἠγάπησε. (ιʹ.) Διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσι.» Κόρον οὐκ ἔλαβε τῶν ἀγαθῶν, ἀλλὰ τοῦ πλείονος διετέλεσεν ἐφιέμενος· τούτου χάριν εἰς δουλείαν παραδοθήσεται. «Νῦν εἰσδέξομαι αὐτούς.» Τουτέστιν, ἐν τῇ τῶν πολεμίων χώρᾳ. «Καὶ κοπάσουσι μικρὸν, τοῦ χρίειν βασιλέα καὶ ἄρχοντα.» Καὶ ὑφ' ἑτέρου μᾶλλον, ἢ ὑπ' ἐμοῦ βασιλεύεσθαι βουληθέντες, ὑπὸ τὴν τῶν Ἀσσυρίων δεσποτείαν γενήσονται, οὐκέτι λοιπὸν ἑαυτοῖς χειροτονεῖν βασιλέα δυνάμενοι. ιαʹ. «Ὅτι ἐπλήθυνεν Ἐφραῒμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένετο αὐτῷ θυσιαστήρια τὰ ἠγαπημένα.» Δικαίως, φησὶ, καταπαύσω τὴν παράνομον αὐτοῦ βασιλείαν· ἐπειδὴ διὰ ταύτης εἰς τὸ τῶν εἰδωλικῶν θυσιαστηρίων ἐξώκειλε πλῆθος, καὶ τὴν ἀσέβειαν ἐκεῖθεν ἐδρέψατο, θερμῶς περὶ τὰ παράνομα διατεθεὶς θυσιαστήρια. ιβʹ. «Καταγράψω αὐτῷ πλῆθος, καὶ τὰ νόμιμα αὐτοῦ.» Τούτων γὰρ τῶν θυσιαστηρίων τὸ πλῆθος, καὶ τῶν ἐφευρεθέντων ἐπὶ τούτοις νόμων, καθ' οὓς τὰς εἰδωλικὰς τελετὰς ἐπετέλουν, ἀνάγραπτον ποιήσω τὴν μνήμην, εἰς ἔλεγχον τῆς πολλῆς αὐτῶν ἀσεβείας. «Εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια ἠγαπημένα.» Καὶ τούτων μὲν, φησὶ, τῶν παρανόμων θυσιαστηρίων πολλὴν ἐποιήσαντο φροντίδα· τὰ δὲ θεῖα, ἃ πάσης ἀξιοῦν θεραπείας ἐχρῆν, καὶ τριπόθητα ἔχειν, καὶ λίαν ἐπέραστα, ὡς ἄλλοις τισὶ προσήκοντα κατέλιπον ἀτημέλητα. Ἀλλ' οὐχ ὡς δεόμενος τῶν παρ' αὐτῶν θυσιῶν τήνδε τὴν κατηγορίαν πεποίημαι.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
