# Interpretatio in xii prophetas minores 81.1597

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1597

ιγʹ. «Ἐὰν γὰρ θύσωσι θυσίαν, καὶ φάγωσι κρέα, Κύριος οὐ προσδέξεται αὐτά.» Τὸ δὲ φάγωσι κρέα, οὐχ ἁπλῶς πρόσκειται· εἰώθεισαν γὰρ τῶν μὴ ὡλοκαυτομένων θυμάτων τοὺς μὲν νεφροὺς, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν τῷ θυσιαστηρίῳ προσφέρειν· τὸ δὲ στηθήνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν τοῖς ἱερεῦσιν ἀπονέμειν· τὰ δὲ λοιπὰ τοῦ θύματος αὐτοὶ κατανήλισκον, ὡς ἠβούλοντο. Τούτου χάριν τέθεικεν· «Ἐὰν θύσωσι θυσίαν, καὶ φάγωσι κρέα, Κύριος οὐ προσδέξεται αὐτά.» Οὔτε γὰρ τούτων δεῖται Θεὸς, ἀλλὰ ψυχῆς διάθεσιν ἀπαιτεῖ· «Θῦσον γὰρ, φησὶ, τῷ Θεῷ θυσίαν αἰνέσεως.» — «Νῦν μνησθήσεται τῶν ἀδικιῶν αὐτῶν, καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν.» Τούτοις ἔοικε τοῦ Ἀποστόλου τὰ ῥήματα· «Ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» —»Καὶ αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν.» Καὶ συμμαχίαν γὰρ ἐκεῖθεν ἐζήτησαν, καὶ τῶν συμφορῶν καταλαβουσῶν ἀπέδρασαν ἐκεῖσε. «Καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται.» Ἀλλὰ καὶ ἄκοντες εἰς τὴν Ἀσσυρίων ἀπαχθήσονται χώραν, καὶ δίαιταν οὐκ ἔννομον διαιτήσονται. ιδʹ. «Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτὸν, καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν.» Καὶ μαθήσεται, φησὶν, ὁ μὲν Ἰούδας, τῶν πόλεων πυρπολουμένων, μὴ τείχεσι θαῤῥεῖν, ἀλλ' ἐμοί· ὁ δὲ Ἰσραὴλ, μὴ τεμένη δαίμοσιν ἀνοικοδομεῖν, ἀλλὰ τὴν κατὰ νόμον λατρείαν ἀποπληροῦν. ΚΕΦΑΛ. Θʹ. αʹ. «Μὴ χαῖρε, Ἰσραὴλ, μηδὲ εὐφραίνου, καθὼς οἱ λαοὶ, ὅτι ἐπόρνευσας ἀπὸ Κυρίου Θεοῦ σου.» Καὶ οὐχ ἁρμόττει σοὶ, φησὶ, χαίρειν τοῖς ἄλλοις ἔθνεσι παραπλησίως· οἱ μὲν γὰρ διὰ προφητῶν οὐδεμίαν διδασκαλίαν ἐδέξαντο· σὺ δὲ, διηνεκῶς τούτοις ἐπεντρυφῶν, οὐδεμίαν ἐντεῦθεν ὠφέλειαν ἐδρέψω, ἀλλὰ τῶν παρ' ἐμοῦ σοι χορηγουμένων ἀγαθῶν τοῖς δαίμοσι τὰς ἀπαρχὰς προεκόμισας. Τοῦτο γὰρ παρεδήλωσεν, εἰρηκώς· «Ἠγάπησας δόματα ἐπὶ πᾶσαν ἅλωνα σίτου. (βʹ.) Ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτοὺς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς.» Ἀποστερήσω γὰρ ὑμᾶς τῶν συνήθως ὑπ' ἐμοῦ χορηγουμένων ἀγαθῶν. γʹ. «Οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ Κυρίου.» Οὐ γὰρ, ὡς ἐν ἀφιερωμένῃ γῇ τῷ Θεῷ τὴν δίαιταν ἐποιήσαντο, ἀλλὰ παρανόμως ἐβίωσαν. «Κατῴκησεν Ἐφραῒμ Αἴγυπτον. Τὴν Αἰγυπτιακὴν ἐζήλωσε πολιτείαν. «Καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται.»

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
