Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1600
Not analysed yet
Ἐπειδὴ γὰρ κἀν τῇ γῇ τῆς ἐπαγγελίας τὴν παρανομίαν ἠγάπησαν, παρανόμως ἐν τῇ Ἀσσυρίων χώρᾳ βιώσονται. δʹ. «Οὐκ ἔσπεισαν τῷ Κυρίῳ οἶνον, καὶ οὐχ ἥδυναν αὐτῷ.» Κατωλιγώρησαν τῆς τοῦ Θεοῦ θεραπείας, καὶ ταῦτα πολλῆς ἐπιμελείας ἀξιοῦντες τὰ εἴδωλα. «Αἱ θυσίαι αὐτῶν, ὡς ἄρτος πένθους αὐτῶν, πάντες οἱ ἐσθίοντες αὐτὰ μιανθήσονται.» Καθάπερ γὰρ ὁ τοῖς πενθοῦσι προσφερόμενος ἄρτος αὐτούς τε τοὺς πενθοῦντας ἀποκναίει διὰ τὸ πένθος, καὶ τοῖς συνδειπνοῦσιν οὐ θυμήρης ἐστὶ, διὰ τὴν κοινωνίαν τοῦ πένθους· ἀναγκαζόμενοι δὲ μεταλαμβάνειν, μιασμόν τινα λαμβάνειν ἐκεῖθεν ὑπολαμβάνουσιν· οὕτως αἱ θυσίαι αὐτῶν βδελυγμίας εἰσὶν ἁπάσης μεσταί. «Διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν, οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον Κυρίου.» Τὰ γὰρ μετ' εἰλικρινοῦς οὐ προσφερόμενα διαθέσεως ὁ δίκαιος οὐ προσίεται κριτὴς, ὡς τὴν τοῦ Καῒν θυσίαν, ὡς διὰ Ἡσαΐου βοᾷν «Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστιν.» Καὶ διὰ Μαλαχίου τοῦ προφήτου· «Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν.» Εἶτα ἀναμιμνήσκει αὐτοὺς τῶν ἐν τῇ αἰχμαλωσίᾳ συμβησομένων ἀλγεινῶν. εʹ. «Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως, καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ Κυρίου;» Δουλεύειν γὰρ ἠναγκασμένοι καὶ κατ' ἄλλους πολιτεύεσθαι νόμους, οὐ δυνήσεσθε κατὰ τὴν Μωσέως νομοθεσίαν τὰς Δεσποτικὰς πανηγύρεις ἐπιτελεῖν. Ἔπειτα διδάσκει, ὡς φεύξονται μὲν εἰς τὴν Αἴγυπτον, καὶ νῦν μὲν εἰς ταύτην, νῦν δὲ εἰς ἐκείνην μεταβήσονται τὴν πόλιν, καὶ τὸ ἀργύριον αὑτῶν δαπανήσουσι, μάτην δῶρα τῷ Αἰγυπτίων προφέροντες βασιλεῖ. «Ἀκάνθας δὲ εὑρήσουσιν ἐν τοῖς σκηνώμασιν αὑτῶν.» Τουτέστιν, οὐδένα καρπὸν ὀνησιφόρον δρέψονται. Τὸ ἐπιζήμιον τῆς εἰς Αἴγυπτον φυγῆς διὰ τούτων ᾐνίξατο. Τοιοῦτόν ἐστι τό· «Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας·» ἀντὶ τοῦ, οὐδένα καρπὸν ἐκεῖθεν χρήσιμον ἐδρεψάμην, ἀλλὰ τοὐναντίον πάντας κακούς. ζʹ. «Ἥκουσιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωθήσεται Ἰσραὴλ, ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκὼς, ἄνθρωπος ὁ πνευματοφόρος· ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη ἡ μανία σου.» Ὅταν σε καταλάβωσιν οἱ τῆς παρανομίας καρποὶ, ἐγγὺς δὲ οὗτοι, ἀπεικασθήσῃ ψευδοπροφήτῃ ὑπὸ τοῦ ἐνοικοῦντος πνεύματος παραπαίοντι, καὶ τῇδε κἀκεῖσε περιφερομένῳ. Τοσαύτη σε τῶν φρενῶν ἔκστασις καταλήψεται· ταύτην δέ σοι τὴν μανίαν ἐποίησε τῶν παρανομιῶν σου τὸ πλῆθος. ηʹ. «Σκοπὸς Ἐφραῒμ μετὰ τοῦ Θεοῦ προφήτης· παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ.» Ἀνα-