# Interpretatio in xii prophetas minores 81.1601

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1601

μνησθῆναι προσήκει τῶν πρὸς τὸν Ἰεζεκιὴλ εἰρημένων. Καὶ γὰρ ἐκείνῳ ὁ Θεὸς ἔφη· «Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.» Καὶ ἐνταῦθα πρὸς πάντα φησὶ τὸν λαὸν, ὅτι Οἷόν τινα σκοπὸν, καὶ προφήτην Θεοῦ ἀπεφηνά σε τοῖς πελάζουσιν ἔθνεσιν, ἵνα διὰ τῆς περὶ σὲ προνοίας καὶ τῆς κατὰ νόμον σου πολιτείας, κἀκεῖνα τὴν ἐμὴν δέξηται γνῶσιν· σὺ δὲ πᾶν τοὐναντίον εἰργάσω· σκολιὰ γὰρ αὐτοῖς ἐγένου παγὶς, αὐξήσας αὐτοῖς διὰ τῆς σῆς δυσσεβείας τὴν περὶ τὰ εἴδωλα θεραπείαν. Οὐ γὰρ μόνον ἐν ταῖς ἄλλαις πόλεσι βωμοὺς καὶ τεμένη τοῖς εἰδώλοις ἀνέστησας, ἀλλὰ καὶ τῷ ἀφιερωμένῳ μοι νεῷ κατεσκεύασας τὰ τῶν εἰδώλων ἰνδάλματα. Τοῦτο γὰρ λέγει· «Μανίαν ἐν οἴκῳ Θεοῦ αὑτοῦ κατέπηξεν. (θʹ.) Ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ.» Ἐξ οὗ τοῖς βουνοῖς προσέσχον, καὶ τὰς ἐκεῖ γενομένας θυσίας ἠγάπησαν, τῶν λογισμῶν τὴν νόσον ἐδέξαντο· ἀλλὰ τούτων, φησὶν, ὅτι τάχιστα δώσουσι δίκας. Εἶτα τῆς τῶν πατέρων ἀρετῆς ἀναμιμνήσκει, εἰς ζῆλον αὐτοὺς διεγείρων. ιʹ. «Ὡς σταφυλὴν ἐν ἐρήμῳ ηὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον εἶδον πατέρας αὐτῶν. Αὐτοὶ δὲ εἰσῆλθον πρὸς τὸν Βεελφεγὼρ, καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἠγαπημένοι, ὡς οἱ ἐβδελυγμένοι.» Ὥσπερ γὰρ εἴ τις ἐν ἐρήμῳ γῇ καὶ φυτῶν πάμπαν ἐστερημένῃ, σταφυλὴν εὕροι καὶ σῦκον πρώϊμον ἐν συκῇ, μετὰ πολλῆς αὐτὸ δρέπεται τῆς ἡδονῆς· οὕτως ἐγὼ, τῶν πάλαι ἀνθρώπων δυσσεβείᾳ συζώντων, τὴν τοῦ Ἀβραὰμ θεασάμενος ἀρετὴν, ἐδρεψάμην αὐτὸν, καὶ τὰς πρὸς αὐτὸν ἐποιησάμην συνθήκας· οὕτω δὲ καὶ τὸν ἐκείνου υἱὸν, καὶ τὸν ἐξ ἐκείνου. Ἀλλ' οἱ ἐξ ἐκείνων οὕτω φύντες, ἥκιστα τὴν ἐκείνων ἐζήλωσαν ἀρετήν· ἔναυλον γὰρ ἔχοντες τῶν εὐεργεσιῶν μου τὴν μνήμην, τὴν ἐλευθερίαν, τὴν τῆς δουλείας ἀπαλλαγὴν, τὰς παντοδαπὰς τῶν Αἰγυπτίων μάστιγας, τὴν ξένην διὰ θαλάττης πορείαν, καὶ τὰ ἄλλα ὅσων ἀπήλαυσαν, τοῦ Βεελφεγὼρ τὴν λατρείαν τῆς ἐμῆς προτετάχασι θεραπείας, αἰσχύνην μόνην ἐντεῦθεν δρεψάμενοι· οὗ χάριν οἱ πάλαι ἠγαπημένοι ἐβδελυγμένοι γεγένηνται. ιαʹ. «Ἐφραῒμ ὡς ὄρνεον ἐξεπετάσθη.» Οὕτω ταχέως εἰς τὴν ἀλλοτρίαν μετατεθήσονται γῆν· οὐ γὰρ τῆς ἀρετῆς ἀγαπῶσι τὸ κλέος, ἀλλὰ τὴν πολυγονίαν μεγίστην ὑπολαμβάνουσι δόξαν. «Αἱ δόξαι γὰρ αὐτῶν, φησὶν, ἐκ τοκετῶν, καὶ ἐξ ὠδίνων, καὶ συλλήψεων. (ιβʹ.) Διότι καὶ ἐὰν ἐκθρέψωσι τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώπων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστι, διότι ἀφῆκα αὐτούς.» Μάτην, φησὶν, ἐπὶ ταῖς πολυγονίαις ἐπαίρεσθε· ἐπιὼν γὰρ ὁ πολέμιος ἐρήμους ὑμᾶς καταστήσει τῶν παίδων, ἐπειδὴ ἔρημοι τῆς ἐμῆς προνοίας ἐγέ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
