# Interpretatio in xii prophetas minores 81.1604

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1604

νεσθε. Τούτοις ἐπάγει· «Σάρξ μου ἐξ αὐτῶν Ἐφραῒμ.» Ἀλλ' ὅμως οὐ παντελῆ, φησὶ, πανωλεθρίαν ὑπομενεῖτε, ἕως ἂν τὴν ἐξ ὑμῶν ἀναλάβω σάρκα. Τοῦτο δὲ σαφέστερον ἡμᾶς διδάσκει Παῦλος ὁ θεσπέσιος, λέγων· «Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Καὶ πάλιν· «Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.» Καὶ ἀλλαχοῦ· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντα Θεός.» Καὶ μυρία δὲ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. Ἐπειδὴ τοίνυν φησὶν, ἡ σάρξ μου, ἣν ἀναλήψομαι, ἐξ αὐτῶν ἐστιν, οὐ παντελῶς αὐτοὺς καταλείψω, ἕως ἂν ταύτην ἀναλάβω, καὶ τοὺς τῇ κλήσει πειθομένους ἐκλέξομαι. Τοῦτο καὶ διὰ Ἡσαΐου βοᾷ τοῦ προφήτου· «Ὃν τρόπον ἐὰν εὑρεθῇ ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ· οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι. Διὰ τοῦτο οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου.» Καὶ μετ' ὀλίγα· «Ὑμᾶς δὲ τοὺς ἐγκαταλιπόντας Κύριον παραδώσω εἰς μάχαιραν.» Οὕτω τὴν τῶν παίδων ἀναίρεσιν προειπὼν, ὑποδείκνυσι τῆς τιμωρίας τὸ δίκαιον· αὐτὸς γάρ φησιν· ιγʹ· «Ὁ Ἐφραῒμ εἰς θήραν τὰ τέκνα αὑτοῦ παρέστησε, καὶ ἐξήγαγεν εἰς ἀποκέντησιν.» Τοῖς εἰδώλοις αὐτὰ προσφέρων διατελεῖ· διὰ τοῦτο τοὺς μὲν ἤδη γενομένους τῇ σφαγῇ παραδώσω· ἀγόνους δὲ τοὺς ἄνδρας, καὶ στερίφας ἀποφανῶ τὰς γυναῖκας. Τοῦτο γὰρ ἐσήμανεν, εἰρηκώς· ιδʹ. «Δὸς αὐτοῖς, Κύριε· τί δώσεις αὐτοῖς, Μήτραν ἀτεκνοῦσαν, καὶ μαστοὺς ξηρούς.» Ἐπειδὴ γὰρ κακῶς τοῖς δοθεῖσι κέχρηνται, τὴν παρανομίαν παύσω τῇ ἀγονίᾳ. Εἶτα πάλιν τῶν Γαλγάλων μνημονεύσας, καὶ τῆς ἐκεῖ τελουμένης ἀσεβείας, καὶ τῆς τῶν ἀρχόντων αὐτῶν παρανομίας, ἐπήγαγεν· ιϛʹ, ιζʹ. «Ἐπόνεσεν Ἐφραῒμ, τὰς ῥίζας αὑτοῦ ἐξηράνθη· καρπὸν οὐκέτι οὐ μὴ ἐνέγκῃ· διότι ἐὰν καὶ γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα τῆς κοιλίας αὐτῶν. Ἀπώσεται αὐτοὺς ὁ Θεὸς, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσι.» Ῥίζαν ἐκάλεσε τὴν βασιλείαν, ἣν πρόῤῥιζον ὁ Σαλμανάσαρ ἀνέσπασεν, ἀνάστατον πεποιηκὼς τὴν Σαμάρειαν. Μετὰ δὲ τὴν ταύτης πολιορκίαν, οὐκέτι ἔσχον αἱ δέκα φυλαὶ βασιλέα· τὸ δὲ, «Ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσι,» σαφῶς αὐτῶν δηλοῖ τὴν διασποράν. ΚΕΦΑΛ. Ιʹ. αʹ. «Ἄμπελος εὐκληματοῦσα Ἰσραὴλ, ὁ καρπὸς αὐτῆς εὐθηνῶν.» Παρὰ πολλῶν προφητῶν ταύτην τὴν προσηγορίαν ἐδέξατο. Καὶ γὰρ Ἡσαΐας βοᾷ·

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
