Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1605
Not analysed yet
»Ὁ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι.» Καὶ ὁ Δαβὶδ πρὸ ἐκείνου· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας.» Καὶ ὁ Θεὸς διὰ Ἱερεμίου· «Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν.» Καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις· «Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε.» Καλεῖ τοίνυν καὶ ἐνταῦθα εὐκληματοῦσαν ἄμπελον τὸν Ἰσραὴλ, καὶ τὸν καρπὸν αὐτῆς εὐθηνοῦντα, οὐ διὰ τὴν εὐσέβειαν καὶ τὴν ἄλλην ἀρετὴν, τοῦ δὲ πλήθους χάριν τῶν ἀπογόνων. Καὶ τοῦτο δῆλον πεποίηκεν, εἰρηκώς· «Κατὰ τὸ πλῆθος τῶν καρπῶν αὑτοῦ ἐπλήθυνε τὰ θυσιαστήρια.» Αὐξηθέντες, φησὶ, καὶ πολλοὶ γεγονότες, πανταχοῦ θυσιαστήρια τοῖς εἰδώλοις ἐδείμαντο. «Κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὑτοῦ ᾠκοδόμησε στήλας.» Τοῖς ἐμοῖς, φησὶν, ὑπερμαχήσαντες ἀγαθοῖς στήλας τοῖς εἰδώλοις ἀνέστησαν. βʹ. «Ἐμέρισαν καρδίας αὑτῶν.» Οὔτε γὰρ περὶ ἐκεῖνα τὴν εὔνοιαν διεφύλαξαν, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο σέβοντες τὸ εἴδωλον διετέλεσαν. Ἀλλ' ἐγὼ καὶ αὐτοὺς σφαγῇ καὶ δουλείᾳ παραδώσω, καὶ ταῦτα φροῦδα ποιήσω. Εἶτα διδάσκει αὐτοὺς ὁποίοις προσήκει μεταμελουμένους χρήσασθαι λόγοις. γʹ, δʹ. «Νῦν ἐροῦσιν· Οὐκ ἔστι βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον· ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν; Λαλῶν ῥήματα, προφάσεις ψευδεῖς, διαθήσεται διαθήκην.» Οὐδεμιᾶς γὰρ, φησὶν, ἀπὸ τοῦ βασιλέως τετυχήκαμεν ἐπικουρίας· καὶ δέον ἡμᾶς τῷ Θεῷ θαῤῥεῖν, τῷ παντοδαπῆς ἡμᾶς ἀξιοῦντι προνοίας, ἀνθρώπῳ τεθαῤῥήκαμεν οὐδὲν ἀληθὲς φθεγγομένῳ, προφάσεις δὲ ἀεὶ πλαττομένῳ, καὶ νῦν μὲν πρὸς τούτους, νῦν δὲ πρὸς ἐκείνους ποιουμένῳ συνθήκας. Ἀλλὰ ταύτης, φησὶ, τῆς παρανομίας εἰσπραχθήσεσθε δίκας. «Ἀνατελεῖ γάρ μου τὸ κρῖμα, ὡς ἄγρωστις ἐπὶ χέρσον ἀγροῦ.» Καθάπερ γὰρ ἄγρωστις ἀδεῶς ἐν τῇ μὴ γεωργουμένῃ φύεται γῇ, οὐ σκαπάνης ἐνοχλούσης, οὐκ ἀρότρου διατέμνοντος· οὕτω ῥᾳδίως ὑμῖν ἡ παρ' ἐμοῦ ἐπαχθήσεται τιμωρία. εʹ. «Τῷ μόσχῳ τοῦ οἴκου Ὢν παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν.» Προσεδρεύσουσι, φησὶ, τῷ εἰδώλῳ, τὴν παρ' αὐτοῦ ζητοῦντες βοήθειαν. «Ἐπένθησεν ὁ λαὸς αὐτοῦ ἐπ' αὐτὸν, καὶ καθὼς παρεπίκραναν αὐτὸν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπ' αὐτοῦ.» Οὐ μόνον γὰρ, φησὶν, οὐδεμιᾶς ἐκεῖθεν ἐπικουρίας ἀπήλαυσαν, ἀλλὰ καὶ θρηνοῦσιν αὐτὸν καὶ ὀλοφύρονται, καὶ ἀτιμίᾳ περιβεβλημένον θεώμενοι. Ὅθεν αὐτὸν ϛʹ. «Καὶ δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρεὶβ ἐν δόματι.» Θεασάμενοι γὰρ αὐτοῦ τὴν ἀσθένειαν, χωνεύσαντες αὐτὸν, δῶρα προσήνεγκαν τῷ βασιλεῖ τῶν Αἰγυπτίων, ἐπίκουρον αὐτοῖς γενέ-