# Interpretatio in xii prophetas minores 81.1608

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1608

σθαι παρακαλοῦντες· ἀλλ' οὐδ' ἐντεῦθεν ἀπολαύσουσί τινος βοηθείας. «Ἐφραῒμ γὰρ, φησὶ, δέξεται αἰσχύνην, αἰσχυνθήσεται ἐν τῇ βουλῇ αὑτοῦ.» Ἀνοίας γὰρ αὐτοῦ μεστὰ τὰ βουλεύματα· καὶ δέον τῷ Θεῷ προσελθεῖν, τὴν παρὰ τῶν εἰδώλων καὶ ἀνθρώπων συμμαχίαν αἰτεῖ. Εἶτα διδάσκει, ὅπως τῆς Σαμαρείας ὁ βασιλεὺς, φρυγάνου δίκην ὑπὸ βιαίου ὕδατος φερομένου, φροῦδος γενήσεται· ὅπως τε οἱ βωμοὶ τῶν εἰδώλων, οἱ τῆς τοῦ Ἰσραὴλ πρόξενοι δυσσεβείας, ἐκ βάθρων ἀνασπασθήσονται, ὡς ἀκανθῶν πλήρεις γενέσθαι τῶν θυσιαστηρίων τοὺς τόπους. Ἔπειτα τὸ μέγεθος τῶν συμφορῶν παραδηλῶσαι θελήσας, ἐπήγαγε· «Καὶ ἐροῦσι τοῖς ὄρεσι· Πέσετε ἐφ' ἡμᾶς· καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς.» Τοιαύτη γὰρ, φησὶν, ἔσται φορὰ τῶν κακῶν ἐν τῇ τῶν πολεμίων προσβολῇ, ὡς ἑλέσθαι ἂν ἕκαστον ὑποβρύχιον γενέσθαι τῆς γῆς διϊσταμένης, ἢ τῶν ὀρέων ἐξαπιναίως ἐπιπιπτόντων, ἢ τὰ ὑπ' ἐκείνων γιγνόμενα προσμένειν κακά. Ταῦτα δὲ πείσονται, τῆς περὶ τὰ εἴδωλα μανίας ἀπαιτούμενοι δίκας. Ἐξ οὗ γὰρ τοῖς βουνοῖς, καὶ τοῖς ἐν αὐτοῖς βωμοῖς ἐνδιατρίβειν ἠγάπησαν, ἐξ ἐκείνου τῆς ἐμῆς θεραπείας ἀπέστησαν· ἀλλ' οὐκ ἔτι τούτοις προσεδρεύσουσι. ιʹ. «Πόλεμος γὰρ ἐπὶ τέκνα ἀδικίας ἦλθε, παιδεῦσαι αὐτοὺς κατὰ τὴν ἐπιθυμίαν μου· καὶ συναχθήσονται ἐπ' αὐτοὺς λαοὶ, ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὑτῶν. «Δύο δὲ ἀδικίας ταύτας καλεῖ, μίαν μὲν τὸ καταλιπεῖν τὸν Θεὸν, ἑτέραν δὲ τὸ τὰ μὴ ὄντα προτιμῆσαι τοῦ ὄντος. Τοῦτο γὰρ καὶ διὰ Ἱερεμίου δῆλον ποιεῖ· «Δύο γὰρ, φησὶ, πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ἐπορεύθησαν, καὶ ἐποίησαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν.» ιαʹ. «Ἐφραῒμ δάμαλις δεδιδαγμένη ἀγαπᾷν νεῖκος.» Δαμάλει ἔοικε δέξασθαι ζυγὸν οὐκ ἀνεχομένῃ, ἀλλὰ πρὸς τοῦτον ζυγομαχούσῃ. «Ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλος τοῦ τραχήλου αὐτῆς.» Ἀλλ' ὅμως τὸν γαῦρον αὐτῆς τράχηλον καταδαμάσω. «Καὶ ἐπιβιβῶ τῷ Ἐφραΐμ.» Ἐποχήσομαι γὰρ αὐτῷ, καὶ διδάξω φέρειν εὐτάκτως. Τέως δὲ «Παρασιωπήσομαι Ἰούδαν.» Ἀσσυρίοις γὰρ αὐτὸν οὐ προήσομαι, ἀλλὰ τοῦ Σενναχηρεὶμ δαπανήσω τὴν δύναμιν, ἐπειδὴ ἐνισχύει αὐτῷ Ἰακώβ (τοῦ γὰρ Ἰακὼβ τέως Ἰούδας τὴν ἀρετὴν ἐπιδείκνυται). διὸ καὶ τῆς ἐμῆς ἀπολαύει προνοίας. Αἰνίττεται δὲ διὰ τούτων τοῦ Ἐζεκίου τὴν ἀρετὴν, δι' ἣν ἅπας ὁ λαὸς τῆς θείας ἐπικουρίας ἀπήλαυσεν. Ἐντεῦθεν πάλιν εἰς παραίνεσιν τρέπει τὸν λόγον. Ἐπειδὴ γὰρ, φησὶ, τὴν πατρῴαν ἐπιδεικνύμενος ὁ Ἰούδας ἀρετὴν, περιγίνεται τῶν πολεμίων, ιβʹ. «Σπείρατε καὶ ὑμεῖς ἑαυτοῖς εἰς δικαιοσύνην,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
