# Interpretatio in xii prophetas minores 81.1613

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1613

Θεός· «Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὑτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὑτῆς; Εἰ δὲ καὶ γυνὴ ἐπιλάθοιτο ταῦτα ποιῆσαι, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, εἶπεν ὁ Ἅγιος.» Καὶ ἐνταῦθα τοίνυν λέγει· «Μετεστράφη ἡ καρδία μου ἐν τούτῳ, συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραΐμ. Διότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν.» Οὐ γὰρ ἀνθρώπῳ, φησὶ, παραπλησίως ὀργίζομαι, οὐδὲ ἐπὶ πλεῖστον μνησικακεῖν ἀνέχομαι· Θεὸς γάρ εἰμι ἅγιος, καὶ ἐν τοῖς περὶ σὲ φαινόμενος, καὶ τῶν γηΐνων ἁπάντων ὑπέρτερος, καὶ οὐχ ὁμοίως τοῖς ἀνθρώποις οἰκεῖν ἠναγκασμένος· πανταχοῦ δὲ παρὼν, καὶ τοῖς πᾶσι παριστάμενος. Τοσαύτης τοίνυν φιλανθρωπίας ἀπολαύοντες, ιʹ. «Ὀπίσω, φησὶ, Κυρίου πορεύεσθε·» ἑπόμενοι διηνεκῶς, καὶ πᾶν τὸ κελευόμενον δρῶντες. «Ὡς λέων γὰρ ἐρεύξεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων.» Καθάπερ γὰρ ὁ λέων βρυχώμενος, τὰ πελάζοντα καὶ τοῦ βρυχήματος ἐπαΐοντα δεδίττεται ζῶα· οὕτω τοῦ Θεοῦ τῶν ὅλων ἐπαμῦναι ὑμῖν ἐθελήσαντος, δειλία καθέξει τοὺς ἐναντίους, δίκην ἰχθύων οὐδὲ τὸν τυχόντα κτύπον φέρειν ἀνεχομένων, ἀλλ' ἐν τοῖς ὕδασι κρυπτομένων. Τέκνα γὰρ ὑδάτων τοὺς ἰχθύας προσηγόρευσεν, ὡς ἐν τοῖς ὕδασι τὰς τῆς ζωῆς ἔχοντας ἀφορμάς. Οὕτω δὲ τῇ θείᾳ βουλῇ τῶν πολεμίων καταλυθέντων, ιαʹ. «Ἥξουσιν ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων, καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει Κύριος.» Ὃν τρόπον γὰρ τά τε ἄλλα ὄρνεα, καὶ διαφερόντως αἱ περιστεραὶ, τῇ πτήσει χρώμεναι καὶ περιπετόμεναι, ῥᾳδίως ἐπανίασιν εἰς τὰς οἰκείας καλιάς· οὕτω καὶ ὑμᾶς τοὺς μὲν ἔνθεν, τοὺς δὲ ἐκεῖθεν, εὐπετῶς ἐπανάξει, καὶ τὴν ἐνεγκοῦσαν ἀπολαβεῖν παρασκευάσει. Δηλοῖ δὲ διὰ τούτων τὴν ἐπὶ τοῦ Ζοροβάβελ γενομένην ἐπάνοδον· τῶν γὰρ ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, καὶ τὴν Ἱερουσαλὴμ ἀνοικοδομούντων κατὰ τὸν Κύρου τοῦ Πέρσου νόμον, καὶ οἱ ἐν Αἰγύπτῳ διάγοντες θαῤῥήσαντες ἐπανῆλθον. ιβʹ. «Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραῒμ, καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα.» Ἐγὼ μὲν, φησὶ, τοσαύτης αὐτοὺς ἀξιῶ προμηθείας· αὐτοὶ δὲ τοῖς ἐναντίοις ἀμείβονται, τὴν ψευδῆ καὶ δυσσεβῆ λατρείαν τῆς ἐμῆς προαιρούμενοι θεραπείας. «Νῦν ἔγνω αὐτοὺς ὁ Θεὸς, καὶ λαὸς ἅγιος κεκλήσεται Θεοῦ.» Ἀλλ' ὅμως καὶ τοιούτους ὄντας ἐπιμελείας ἀξιώσω, καὶ λαὸν τῷ Θεῷ τῶν ὅλων ἀφιερωμένον χρηματίσαι ποιήσω. ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. «Ὁ δὲ Ἐφραῒμ, πονηρὸν πνεῦμα, ἐδίωξε καύσωνα ὅλην τὴν ἡμέραν.» Καὶ διδάσκων, τί

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
