# Interpretatio in xii prophetas minores 81.1616

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1616

καύσωνα καλεῖ, ἐπάγει· «Κενὰ καὶ μάταια ἐπλήθυνε, καὶ διαθήκην μετὰ Ἀσσυρίων ἔθετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο.» Πονηρὸν πνεῦμα τὴν πονηρὰν προσαγορεύει προαίρεσιν· τὴν δὲ περὶ τὸν καύσωνα σπουδὴν, τὸν οὐ μόνον ἄκαρπον, ἀλλὰ καὶ ἐπιζήμιον λέγει πόνον. Ἐμοῦ γὰρ, φησὶ, τοιαύτῃ περὶ αὐτοὺς κεχρημένου τῇ γνώμῃ, μοχθηρίᾳ συζῶντες βουνοὺς καὶ πλῆθος εἰδώλων ἀνέστησαν· ταῦτα γὰρ κενὰ καὶ μάταια κέκληκεν, ἃ δίκην καύσωνος ἅπαντας αὐτῶν διαφθερεῖ τοὺς καρπούς. Πρὸς δὲ τούτοις, καὶ τῆς ἐμῆς σφᾶς αὐτοὺς ἀποστήσαντες κηδεμονίας, νῦν μὲν τὸν Ἀσσύριον προστατεύειν αὐτῶν ἐλιπάρησαν, νῦν δὲ τῶν Αἰγυπτίων τὴν ἐπικουρίαν ἐζήτησαν. Ἐλαίου γὰρ ἐμπορίαν τοῦτο καλεῖ. Οὐ γὰρ τῆς ἐμπορίας κατηγορεῖ, ἀλλὰ τῶν δύο τὸ ἕτερον αἰνίττεται· ἢ ὅτι τὸ ἔλαιον οἷόν τι δῶρον τῷ τῶν Αἰγυπτίων προσέφερον βασιλεῖ, ἢ ὅτι χρυσὸν προσφέροντες τὸν παρ' ἐκείνου ἐπήγγελλον ἔλεον, ἐπίκουρον αὐτοῖς γενέσθαι παρακαλοῦντες. βʹ. «Καὶ κρίσις τῷ Κυρίῳ πρὸς Ἰούδαν, τοῦ ἐκδικῆσαι τὸν Ἰακὼβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ.» Ἀλλὰ γὰρ τούτων οὕτω παρ' αὐτῶν γιγνομένων, δικαστήριον συγκροτήσω· καὶ τὴν τοῦ Ἰούδα παρανομίαν ἐλέγξω, καὶ δικαίαν κατ' αὐτοῦ τὴν ψῆφον ἐξοίσω, ὅτι τοῦ προπάτορος τὴν ἀρετὴν οὐκ ἐζήλωσεν, ἀλλὰ τῇ δυσσεβείᾳ τὸν πρόγονον ὕβρισεν. Εἶτα τὰ κατὰ τὸν Ἰακὼβ τὸν πατριάρχην εἰς μέσον φέρει, τῇ παραθέσει τῆς πατρῴας ἀρετῆς ἐναργέστερον τὴν τούτων διελέγχων παρανομίαν. γʹ, δʹ. «Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὑτοῦ, καὶ ἐν κόποις αὑτοῦ ἴσχυσε πρὸς Θεόν. Καὶ ἐνίσχυσε μετὰ ἀγγέλου, καὶ ἠδυνήθη.» Ἐκεῖνος, φησὶ, καὶ κατ' αὐτὸν τὸν τῶν ὠδίνων καιρὸν τῆς τοῦ ἀδελφοῦ πτέρνης ἐπειλημμένος εἰς φῶς προελήλυθε, προσημαίνων οἷος ἔσται, καὶ ὅτι τῶν πρωτοτοκίων διὰ τῆς καλῆς ἀπάτης κομιεῖται τὴν εὐλογίαν. Καὶ τοῦ χρόνου δὲ προελθόντος εἰς ἄνδρα τελέσας, οὕτως ἐν τοῖς τῆς ἀρετῆς διέπρεψε πόνοις, ὡς καὶ τὴν θείαν προμήθειαν ἐπισπάσασθαι, καί ποτε δείσας τὴν ἄφιξιν τοῦ Ἡσαῦ, καὶ τὸν Θεὸν ἀντιβολήσας, οὐχ ἁπλῶς τῆς ἐκεῖθεν ἐπικουρίας ἀπήλαυσεν, ἀλλὰ καὶ παλαίειν ἔδοξε νύκτωρ ὀφθέντι, καὶ δρέπεσθαι τὴν νίκην, ἵνα τὸ δέος τῆς διανοίας ἐκβάλῃ, λογισάμενος ὡς ὁ τοῦ Θεοῦ περιγενέσθαι δόξας, ὑπ' ἀνθρώπων οὐχ ἡττηθήσεται. Τὸν δὲ αὐτὸν καὶ Θεὸν καὶ ἄγγελον κέκληκεν, ἐπειδὴ καὶ ὁ μακάριος Μωσῆς ἀμφότερα τέθεικε τὰ ὀνόματα. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ Θεὸς ἰσχυρὸς, καὶ μεγάλης βουλῆς Ἄγγελος παρὰ τῷ Ἡσαΐᾳ προσηγόρευται. «Ἔκλαυσαν, καὶ ἐδεήθησάν μου, ἐν τῷ οἴκῳ Ὢν ηὗρόν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς.» Τοῦτο οἱ ἄλλοι ἑρμηνευταὶ, καὶ Ἀκύλας, καὶ Σύμμαχος, καὶ Θεοδοτίων, ὡς περὶ τοῦ Ἰακὼβ εἰρημένον τε-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
