# Interpretatio in xii prophetas minores 81.1632

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1632

ται τὴν ἀφθονίαν, καὶ οἴνῳ εὐώδει παραπλησίως, ἐν τῷ Λιβάνῳ γεωργουμένῳ, τὴν τῆς ἀρετῆς ἕξουσιν εὐοσμίαν, καὶ τὴν ἐντεῦθεν εὐφημίαν καρπώσονται. θʹ. «Τῷ Ἐφραΐμ. Τί αὐτῷ ἔτι καὶ εἰδώλοις;» Μαθὼν τοίνυν Ἐφραῒμ, οἵα τῆς εὐσεβείας ἡ κτῆσις, φύγε τῶν εἰδώλων τὴν πλάνην· τούτου γάρ σε χάριν καὶ ἐταπείνωσα παιδεύσας, καὶ δυνατὸν ἀποφανῶ φιλανθρωπίᾳ χρησάμενος, καὶ παραπλησίως ἀρκεύθῳ πεπυκνωμένῃ γενήσομαί σοι, καὶ τοὺς παρ' ἐμοῦ τρυγήσεις καρπούς. Ἀειθαλὴς γὰρ ἡ ἄρκευθος, καὶ ἄσηπτον ἔχουσα τὴν φύσιν, καὶ ἀκανθώδη κόμην περικειμένη. Δηλοῖ δὲ διὰ τούτων, ὅτι Σὲ παντοδαπῆς ἀξιώσας προνοίας ἀλύμαντον διατηρήσω, τοὺς ἐπιόντας σοι καθάπερ τισὶ καταπλήττων ἀκίσιν. Οὕτω πᾶσαν συμπεράνας τὴν προφητείαν, τέλος ἐπιτέθεικεν ἅπασι τοῖς ἐντυγχάνουσιν ὀνησιφόρον. ιʹ. «Τίς σοφὸς, καὶ συνήσει ταῦτα; ἢ συνετὸς, καὶ γνώσεται αὐτά; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.» Τοῦτο δὲ καὶ ὁ θεῖος Δαβὶδ τὰς θείας διεξελθὼν εὐεργεσίας ἐν τῷ ἑκατοστῷ καὶ ἕκτῳ ψαλμῷ τέλος ἐπιτέθεικε τῇ μελῳδίᾳ· «Τίς σοφὸς, καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Κυρίου;» Σοφίας γὰρ τῷ ὄντι καὶ συνέσεως δεῖ, καὶ εἰς τὴν γνῶσιν καὶ κατανόησιν τῶν θείων λογίων, καὶ εἰς τὴν τούτων ἐκπλήρωσίν τε καὶ διατήρησιν· οὔτε γὰρ συνιέναι ταῦτα δυνατὸν τοὺς τοῦ θείου Πνεύματος τὴν αἴγλην μὴ δεξαμένους, οὔτε φυλάξαι μὴ τῆς ἄνωθεν ἀπολαύοντας βοηθείας. Οἱ δὲ τοσαύτην καὶ τοιαύτην περὶ τὸν Θεὸν εὔνοιαν ἐνδεικνύμενοι, τῆς ἐκεῖθεν ἐπικουρίας τυγχάνοντες, τὰς εὐθείας διαπερῶσιν ὁδοὺς, καὶ δίκαιοι χρηματίζουσιν· οἱ δὲ ἀσεβείᾳ συζῶντες, καὶ τὴν ἐναντίαν ὁδεύοντες, δρέπονται τῆς ἀσεβείας τὰ ἐπίχειρα· παράσχοι δὲ ὁ τῶν ἁπάντων Θεὸς, πάντας ἀνθρώπους ἐθέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, μὴ ταύτης ἡμᾶς, ἀλλ' ἐκείνης γενέσθαι τῆς μοίρας, ἵνα κατὰ τοὺς θείους αὐτοῦ πολιτευόμενοι νόμους, δοξάζωμεν αὐτὸν, κατὰ τὸν ἱερὸν Ἀπόστολον, κἀν τῷ σώματι, κἀν τῷ πνεύματι· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
