# Interpretatio in xii prophetas minores 81.1634

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1634

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ ΥΠΟΘΕΣΙΣ. Ἰωὴλ ὁ θεῖος προφήτης τὸν μὲν χρόνον, καθ' ὃν ἐποιήσατο τὰς προῤῥήσεις, σαφῶς ἡμᾶς οὐκ ἐδίδαξε· δι' αὐτῶν μέντοι δεδήλωκε τῶν προῤῥήσεων, ὡς κατ' ἐκεῖνον τὸν χρόνον γεγένηται, καθ' ὃν ὁ θαυμάσιος Ὡσηὲ τὴν τῶν ἐσομένων προθεωρίαν ἐδέξατο· ταὐτὰ γὰρ καὶ αὐτὸς προλέγει, Ἀσσυρίων καὶ Βαβυλωνίων ἔφοδον, καὶ ἀνδραποδισμὸν καὶ δουλείαν τοῦ Ἰσραὴλ, καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον. Προλέγει δὲ καὶ τὰ μετὰ τὴν ἐπάνοδον συμβεβηκότα, τοῦ Γὼγ (Σκυθικὸν δὲ τοῦτο ἔθνος), τὴν κατὰ τῆς Ἱερουσαλὴμ ὁρμὴν πανστρατιᾷ γενομένην, καὶ τὴν ἐπενεχθεῖσαν αὐτοῖς θεόθεν πανωλεθρίαν. Προστέθεικε δὲ καὶ τὰς μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος ἡμῶν ὑπὸ παναγίου Πνεύματος χορηγηθείσας δωρεὰς τοῖς ἀνθρώποις. Τοιγαροῦν ἐκ τῶν κατὰ τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων προαγορεύσεων τὸν τῆς προφητείας ἐγνώκαμεν χρόνον. Ἡ μὲν οὖν ὑπόθεσις ἐν κεφαλαίῳ αὕτη· λοιπὸν δὲ τῆς κατὰ μέρος (σὺν Θεῷ δὲ εἰρῆσθαι) ἑρμηνείας ἁψώμεθα. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. «Λόγος Κυρίου, ὃς ἐγένετο πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ.» Διὰ τὸ πολλοὺς, ὡς εἰκὸς, καὶ αὐτὴν ἔχειν προσηγορίαν, καὶ τὸ τοῦ πατρὸς προστέθεικεν ὄνομα. Διδάσκει δὲ, ὡς οὐ λογισμῶν ἀνθρωπίνων εἰσὶν ὠδῖνες οἱ παρ' αὐτοῦ γινόμενοι λόγοι· ὑπὸ δὲ τοῦ Κυρίου τῶν ὅλων ἐμπνευσθεὶς, καὶ προορᾷ τὰ ἐσόμενα, καὶ προλέγει. βʹ. «Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν· εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν, ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;» Ὑμεῖς, φησὶν, οἱ πολὺν βεβιωκότες χρόνον, οἱ πλείονα πεῖραν, ὡς εἰκὸς, πραγμάτων δεξάμενοι, πατέρων τε καὶ προγόνων διηγουμένων πολλάκις ἀκηκοότες, τῶν τῆς προφητείας

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
