# Interpretatio in xii prophetas minores 81.1636

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1636

κατακούοντες λόγων, σκοπήσατε παρ' ὑμῖν αὐτοῖς, εἴ τι τοιοῦτο γεγένηται πρότερον, ἢ ἐφ' ὑμῶν, ἢ ἐπὶ τῶν ὑμετέρων πατέρων· καὶ ἅπαντες δὲ οἱ τῆς ἐπαγγελίας τὴν γῆν οἰκοῦντες, ἀκριβῶς τοῖς λεχθησομένοις προσέχετε. Εἶτα ἐπάγει, ὅτι Τούτων πεῖραν λαμβάνοντες, μὴ παράδοτε λήθῃ τὴν μνήμην, ἀλλὰ τοῖς ἀγνοοῦσιν τῶν παίδων τὰ περὶ τούτων προσφέρετε διηγήματα· κἀκείνοις δὲ ἐντείλασθε εἰς τοὺς ἑαυτῶν ταῦτα διαπορθμεῦσαι παῖδας, καὶ ἡ μετ' ἐκείνους γενεὰ δεχέσθω παρὰ τῆς πρὸ αὐτῆς τὴν περὶ τούτων διήγησιν. Τοιαῦτα καὶ ὁ μακάριος λέγει Δαβίδ· «Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται, καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὑτῶν.» Καὶ τὴν αἰτίαν διδάσκων, «Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν, φησὶ, τὴν ἐλπίδα αὑτῶν.» Μία τοίνυν ἡ τοῦ θείου Πνεύματος χάρις, ἡ τοῖς ἁγίοις προφήταις ἐμπνεύσασα, ἐκ τῶν εἰρημένων δείκνυται. Οὕτως εἰς ἀκρόασιν τῶν ῥηθησομένων τούς τε πρεσβυτέρους, καὶ τοὺς ἄλλους ἅπαντας διεγείρας, διηγεῖται λοιπὸν πᾶν τὸ πλῆθος τῶν συμφορῶν, καὶ λέγει, πρώτην μὲν κάμπην ἐπελεύσεσθαι, τὰ δὲ ὑπὸ ταύτης μὴ διαφθαρέντα ὑπὸ ἀκρίδος ἀναλωθήσεσθαι· ὅσα δὲ ταύτην διαφεύξεται, δαπανήσειν τὸν βροῦχον· ἐσχάτην δὲ τὴν ἐρυσίβην ἐπενεχθεῖσαν, μηδὲν παντελῶς καταλείψειν ἀλώβητον. Τινὲς μὲν οὖν ταῦτα τροπικῶς εἴς τε τὸν Ἀσσύριον καὶ Βαβυλώνιον ἐξειλήφασι· κάμπην μὲν τὸν Θεγλαφαλασὰρ ὀνομάσαντες· ἀκρίδα δὲ τὸν Σαλμανασάρ· τὸν δὲ Σενναχηρεὶμ προσηγόρευσαν βροῦχον· ἐρυσίβην δὲ τὸν Ναβουχοδονόσορ, τελευταῖον ἐπιστρατεύσαντα, καὶ ἄρδην ἅπασαν τὴν Ἰουδαίαν δῃώσαντα, καὶ τοὺς τὸν θάνατον διαφυγόντας αἰχμαλώτους ἀπαγαγόντα. Ἐγὼ δὲ ἀληθῆ μὲν ἡγοῦμαι καὶ ταῦτα· ὑπολαμβάνω δὲ καὶ τὰ κατὰ τὸ ῥητὸν νοούμενα τῷ ὄντι γεγενῆσθαι. Μέμνηται γὰρ καὶ ὁ μακάριος Ἀμὼς, καὶ ἀκρίδος, καὶ βρόχου, καὶ πυρώσεως, καὶ ἰκτέρου, καὶ συκῶν, καὶ ἐλαιῶν, καὶ ἀμπέλων ὑπὸ καμπῶν διαφθειρομένων, καὶ πρὸς τούτοις αὐχμοῦ καὶ ἀνομβρίας. «Μερὶς γὰρ, φησὶ, μία βραχήσεται, καὶ μερὶς ἐφ' ἣν οὐ βρέξω, ξηρανθήσεται.» Ταύτης δὲ καὶ ὁ θεσπέσιος Ἱερεμίας σαφῶς ἐμνημόνευσεν. Οὐ δεῖ τοιγαροῦν τροπικῶς μόνον ἐκλαβεῖν τὰ εἰρημένα, συμφώνως ἡμᾶς τῶν ἱερῶν προφητῶν διδαξάντων, ὡς καὶ κατὰ τὴν ἱστορίαν τὰ προλεχθέντα συνέβη. Ἵνα γὰρ μανθάνωσιν ἀκριβῶς, ὡς τῆς παρανομίας καὶ δυσσεβείας ποινὴν τίνοντες τοῖς ἐπιοῦσιν αὐτοῖς ἐκδίδονται πολεμίοις, εἰκότως καὶ ταῖς οὐρανόθεν ἐπιφερομέναις παιδείαις ἐβάλλοντο, διδασκόμενοι διὰ τούτων, ὡς ὁ παρ' αὐτῶν ἀμελούμενος Θεὸς, καὶ τούτοις αὐτοὺς τιμωρεῖται, κἀκείνοις. Προειρηκὼς τοίνυν τὰ σκυθρωπὰ, παραίνεσιν εἰσφέρει καὶ συμβουλήν. εʹ. «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν, καὶ κλαύσατε· θρηνήσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην.» Μεταβάλετε, φησὶ τὴν ἀκρασίαν, καὶ τὴν τῆς χλιδῆς ἀμετρίαν, εἰς θρηνῳδίαν· οὐ γὰρ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
