Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1637
Not analysed yet
τὸ πίνειν οἶνον, κακὸν, ἀλλὰ τὸ ἀμέτρως πίνειν ἐπιβλαβές. Εἰρηκὼς δὲ ἐξ οἴνου αὐτῶν, καὶ ἑτέραν ᾐνίξατο μέθην, τὴν παντελῆ τῆς ψυχῆς ἐπὶ τὰ χείρω ῥοπὴν, καὶ τὴν παντοδαπῆ παρανομίαν οὕτω προσαγορεύσας. Προσήκει δὲ ὑμᾶς, φησὶ, θρηνεῖν καὶ ὀδύρεσθαι, ὅτι τοῦ τὴν εὐφροσύνην ὑμῖν προξενοῦντος στερηθήσεσθε πάντη. Εἶτα διηγεῖται τὰ κατὰ τὴν ἀκρίδα, εἴτουν τὸν Ἀσσύριον· ἀμφότερα γὰρ αἰνίττεται, καὶ λέγει, «ἔθνος ἀναβήσεσθαι ἐπὶ τὴν γῆν αὐτοῦ, ἀριθμοῦ τε κρεῖττον, καὶ ῥώμῃ καὶ δυνάμει κοσμούμενον.» Γῆν δὲ αὐτοῦ τὴν τοῦ Ἰσραὴλ ὀνομάζει γῆν· ἐπειδὴ καὶ τὸν Ἰσραὴλ ἴδιον ὀνομάζει λαόν. «Οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μῦλαι αὐτοῦ, ὡς σκύμνου αὐτοῦ.» Διαφόρως δὲ τὰ αὐτὰ εἴρηκε, ταῖς πλείοσι προσηγορίαις καταπλῆξαι βουλόμενος· λέοντα γὰρ καὶ σκύμνον τὸν αὐτὸν καλεῖ· εἰ δὲ καὶ διαφόρως τις ἐθέλει νοεῖν, οὐ λυμανεῖται τῇ διανοίᾳ· ἥ τε γὰρ ἀκρὶς ἔχει τὰς βραχυτέρας οἷόν τινας σκύμνους ἑπομένας, καὶ οἱ πολέμιοι πρὸς τοῖς μαχίμοις καὶ ἀριστεῦσιν, ἐπάγονται καὶ τοὺς ἔλαττον δυναμένους. Διηγεῖται δὲ καὶ τὰ παρὰ τούτων ἐσόμενα, ἀμπέλους ὑποδεικνὺς διαφθειρομένας, καὶ τὰ τούτων κλήματα λευκαινόμενα, καὶ συκᾶς γυμνουμένας τῆς κόμης, ὅπερ εἴωθε συμβαίνειν ἐπισκηπτούσης ἀκρίδος. Καὶ ὅτι οὐχ ὡς γεγενημένα ταῦτα λέγει, ἀλλ' ὡς ἐσόμενα, ἡ ἐπαγωγὴ μαρτυρεῖ. ηʹ. «Θρηνήσει γὰρ, φησὶ, πρός με ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὑτῆς τὸν παρθενικόν.» Οὐδὲ γὰρ εἶπεν ἐθρήνησεν, ἀλλὰ θρηνήσει, διδάσκων, ὡς μετὰ τὴν πεῖραν ὀλοφυρόμενοι διατελέσουσι, πικρὸν ποιούμενοι πένθος, οἷον ἂν γένοιτο παρὰ νύμφης νέαν ἀγούσης τὴν ἡλικίαν, καὶ τὸν οἰκεῖον νυμφίον τεθνεῶτα ὁρώσης. θʹ. «Ἐξῆρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου.» Τὸ μέντοι τὰ ἐσόμενα ὡς γεγενημένα λέγειν, ἴδιόν ἐστι τῆς θείας Γραφῆς. Κέχρηται δὲ τούτῳ, οὐ μόνον διὰ τὴν ἀπὸ γλώττης εἰς γλῶτταν ἑτέραν τῶν λόγων μεταφορὰν, ἀλλὰ καὶ διὰ τὴν τῶν λεγομένων βεβαίωσιν. Οὕτω γὰρ, φησὶν, ἀληθῶς ἔσται ταῦτα, ὅτι ὡς γεγενημένα τε θεωροῦμεν, καὶ ὡς περὶ γεγενημένων διαλεγόμεθα. Ἀμέλει πάλιν ὡς περὶ γενομένων τούτων, ἃ προείρηκε μέλλειν ἔσεσθαι, πενθεῖν τοῖς ἱερεῦσι παρακελεύεται, ὡς καὶ θυσιῶν καὶ σπονδῶν ἐπιλειπουσῶν διὰ τὴν σπάνιν τῶν ἀναγκαίων, καὶ μέντοι καὶ τὴν γῆν διὰ τὴν ἀκαρπίαν τῶν ἐξ αὐτῆς. Ἐν αἰσχύνῃ δὲ καὶ οἱ γηπόνοι, φησὶ, καθεστήκασι, πολλὰ μὲν ἐπὶ τὴν γῆν πεπονηκότες, οὐδένα δὲ καρπὸν κομισάμενοι. Τοῦτο δὲ καὶ νῦν συμβαῖνον ὁρῶμεν. Ἐν γὰρ ταῖς τῆς γῆς ἀκαρπίαις ἐρυθριᾷν εἰώθασιν οἱ γηπόνοι, τάς τε συνήθεις προσόδους τοῖς κεκτημένοις οὐ χορηγοῦντες, καὶ διὰ τὴν τῶν ἀναγκαίων σπάνιν ἐξ ἐράνου ζῇν βιαζόμενοι. Πλατύτερον δὲ τὴν συμφορὰν διηγούμενος, ὥστε δι-