# Interpretatio in xii prophetas minores 81.1640

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1640

εγεῖραι εἰς μεταμέλειαν τοὺς ἀναλγησίαν νοσοῦντας, καὶ αὐτὰ τὰ κτήματα κελεύει θρηνεῖν, ὡς τῶν τε κριθῶν καὶ τῶν πυρῶν ἐπιλειπόντων, καὶ τῆς ἀμπέλου διαυανθείσης· καὶ ἁπαξαπλῶς καὶ ἐλαιῶν, καὶ συκῶν, καὶ τῶν ἄλλων ἀκροδρύων καρπὸν οὐδένα φερόντων, διὰ τὸ πάσης τῆς ἐν αὐτοῖς στερηθῆναι νοτίδος. Ἰστέον δὲ, ὅτι τῇ γῇ καὶ τοῖς κτήμασιν, οὐχ ὡς λογικοῖς θρηνεῖν παρακελεύεται, ἀλλὰ διὰ τῶν ἀψύχων τοὺς λόγῳ τετιμημένους διεγεῖραι πειρώμενος· καὶ τοῦτο διδάσκων ἐπήγαγεν· «Ὅτι κατῄσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.» Ταύτης γὰρ, φησὶ, τῆς ἀκαρπίας αἰτία ἡ τῶν ἀνθρώπων παρανομία· δι' ἐκείνην γὰρ πέπαυται τὰ τῆς εὐφροσύνης, τὰ δὲ τῆς ἀθυμίας εἰσενήνεκται. Διὸ, φησὶ, καὶ ὑμεῖς οἱ ἱερεῖς, τὸ πένθιμον ἀναλάβετε σχῆμα, καὶ μὴ μόνον παρὰ τὸ θυσιαστήριον ὀλοφύρεσθε, ἀλλὰ καὶ καθεύδοντες σάκκον ἑαυτοῖς ὑποστρώσατε, ὅτι τοσαύτη σπάνις τῶν ἀναγκαίων ἐγένετο, ὡς μηδὲ τὰς συνήθεις ἐπιτελεῖσθαι θυσίας. ιδʹ. «Ἁγιάσατε τοίνυν νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους·» μᾶλλον δὲ μὴ τούτους μόνον, ἀλλὰ καὶ «πάντας τοὺς κατοικοῦντας τὴν γῆν εἰς οἶκον Θεοῦ ὑμῶν.» Συναθροισθέντες δὲ κεκράξατε, λέγοντες· ιεʹ. «Οἴμοι, οἴμοι, εἰς ἡμέραν.« Διδασκόμεθα δὲ σαφῶς ἐκ τῶν εἰρημένων, ὡς ἡ νηστεία τῶν κακῶς τὰς ψυχὰς διακειμένων ἀλεξίκακον γίνεται φάρμακον, θεραπεύειν τὰ τῆς ἁμαρτίας πάθη δυνάμενον· διὸ καὶ τῇ νηστείᾳ τὴν θεραπείαν προστέθεικεν. «Ἁγιάσατε γὰρ, φησὶ, νηστείαν, κηρύξατε θεραπείαν.» Τὸ δὲ, ἁγιάσατε, ἀντὶ τοῦ, ἀφορίσατε, τέθεικεν. Εἰς τοῦτο γὰρ, φησὶν, ἑαυτοὺς ἀφορίσατε, ἁγίως καὶ καθαρῶς τὴν νηστείαν μετέλθετε· νηστεύοντες δὲ βοᾶτε· «Οἴμοι, οἴμοι, εἰς ἡμέραν.« ἀντὶ τοῦ, διὰ τὴν προσδοκωμένην τῶν κακῶν ἡμέραν. «Ὅτι ἐγγὺς ἡμέρα Κυρίου, καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει. (ιϛʹ.) Ὅτι κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξηράνθη, καὶ ἐξ οἴκου Θεοῦ ἡμῶν εὐφροσύνη καὶ χαρά.» Ἐπάλληλα, φησὶν, ὄψεσθε τὰ κακὰ, καὶ τούτοις ἐκεῖνα προστιθέμενα· τοῦτο γὰρ ἐκάλεσε «ταλαιπωρίαν ἐπὶ ταλαιπωρίαν.» ιζʹ. «Ἐσκίρτησαν δαμάλεις ἐν ταῖς φάτναις αὑτῶν, ηὐρωτίασε σιτοδοχεῖα ἀπὸ τῶν χρισμάτων αὑτῶν.» Σκιρτήσειν ἔφη τὰς δαμάλεις, οὐ διὰ κόρον τοῦτο ποιούσας, ἀλλ' ὑπὸ λιμοῦ φθειρομένας, καὶ ἐπὶ τοῦ ἐδάφους ἐῤῥιμμένας, καὶ τοὺς πόδας τῇ γῇ προσαρασσούσας. Τὰ δὲ τοῦ σίτου, φησὶ, δοχεῖα εὐρῶτα ὑπέμεινεν, ὡς πλεῖστον χρόνον μὴ δεξάμενα σῖτον. Ἀλλὰ καὶ ληνοὶ, φησὶν, ὡς περιτταὶ κατεσκάφησαν, καὶ εἴ τι ἕτερον ἦν ταῖς τοιαύταις ἀπονενεμημένον χρείαις, οἷα δὴ περιττὸν, μεμένηκεν ἀτημέλητον, ὡς τῶν ἐν αὐτοῖς ἐμβαλλομένων οὐκ ὄντων. Μυκᾶται δὲ καὶ τὰ βουκόλια, τὴν τῶν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
