# Interpretatio in xii prophetas minores 81.1641

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1641

ὀδυρομένων ἐπιδεικνύμενα φωνὴν, ἐπειδὴ τῆς συνήθους οὐκ ἀπολαύει τροφῆς· ταὐτὰ δὲ ποιεῖ ταῖς βουσὶ καὶ τῶν προβάτων τὰ ποίμνια. Ἀλλὰ τούτων οὕτω δρωμένων, Ἐγὼ, φησὶν ὁ προφήτης, ιθʹ. «Πρὸς σὲ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ.» Τῶν γὰρ ἐπικειμένων κακῶν τὴν λύσιν παρὰ σοῦ μόνου πορίσασθαι δυνατόν. Πῦρ δὲ καὶ τοὺς πολεμίους νοῆσαι δυνατὸν, πυρὸς δίκην πᾶσαν τὴν χώραν ἐκείνην δῃώσαντας· καὶ μέντοι καὶ τὴν ἀκρίδα, καὶ τὴν ἐρισύβην, καὶ τὰ τούτοις συνημμένα· οὐδὲν γὰρ ἧττον οὐδὲ ταῦτα πέφυκε τοὺς ἀπὸ γῆς διαφθείρειν καρπούς. Ὡραῖα δὲ ἐρήμου καλεῖ τὰ πάλαι μὲν ὡραῖα, νῦν δὲ ἔρημα γεγενημένα διὰ τὰ συμβεβηκότα κακά. Καὶ γὰρ μετὰ βραχέα λέγει, ὅτι «Τὰ ἔμπροσθεν αὐτοῦ, ὡς παράδεισος τρυφῆς, καὶ τὰ ὀπίσω αὐτοῦ, ὡς πεδίον ἀφανισμοῦ.» Ἐπειδὴ δὲ, φησὶ, ἡμεῖς ἀνάξιοι τῆς παρὰ σοῦ φιλανθρωπίας τυχεῖν, φειδοῦς τινος ἀπολαυσάτω τὰ κτήνη μυκώμενα καὶ βληχώμενα, «Ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων.» Τὸ δὲ, «Ἀνέβλεψαν πρὸς σὲ,» οὐχ ὡς περὶ λογικῶν εἴρηκεν, ἀλλ' εἰς ἔλεον ἑλκῦσαι τὸν Δεσπότην βουλόμενος, οὕτως ἐκάλεσε τὸν ἀπὸ τῆς ἐνδείας γινόμενον μυκηθμόν. ΚΕΦΑΛ. Βʹ. Ἀλλὰ καὶ τοῦ προφήτου προσενηνοχότος τὴν δέησιν, πάλιν ὁ Δεσπότης παρακελεύεται τὰς κατὰ νόμον προστεταγμένας ἠχῆσαι σάλπιγγας ἐν τῇ Σιὼν, καὶ διὰ κηρύκων συναγαγεῖν ἅπαντας εἰς τὸ ἀφιερωμένον τῷ Θεῷ ὄρος· «Ὅτι πελάζει, φησὶν, ὁ τῆς τιμωρίας καιρός.» Ὃν οὐκ ἄν τις ἁμάρτοι, γνόφου, καὶ σκότους, ὁμίχλης τε καὶ θυέλλης ἡμέραν προσαγορεύων· τοιαῦτα γὰρ τὰ ἐν αὐτῷ κακὰ, ὡς μηδένα αἴσθησιν λαμβάνειν φωτὸς, ἀλλ' ἐν σκότῳ καὶ γνόφῳ διάγειν ὑπολαμβάνειν. Εἶτα λέγει καὶ τῆς τιμωρίας τὸ εἶδος. «Ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτοῦ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετ' αὐτὸν οὐ προστεθήσεται, ἕως ἐτῶν εἰς γενεὰς τῶν γενεῶν.» Αἰνίττεται δὲ διὰ τούτων ἀμφότερα, καὶ τὴν ἀκρίδα, καὶ τῶν πολεμίων τὸ νέφος. Καὶ αὐτὴ γὰρ κἀκεῖνοι τῷ πλήθει καὶ τὰ πεδία, καὶ τὰς τῶν ὀρῶν ἐκάλυψαν κορυφάς. Τὸ μὲν οὖν μὴ γεγενῆσθαι κατ' ἐκείνην τὴν ἔφοδον ἑτέραν, ἀορίστως ἀπεφήνατο· τὸ δὲ μὴ ἕπεσθαι, μετὰ διορισμοῦ τινος· «Οὐ προστεθήσεται γὰρ, φησὶν, ἕως ἐτῶν.» Διδάσκει δὲ ὡς πυρὶ παραπλησίως ἐπελεύσεται, καὶ πάντα διαφθερεῖ. Τοσαύτην δὲ, φησὶν, ἐπάξει λώβην τῇ γῇ, ὡς τὸν θεώμενον ἀπεικάζειν τὰ μὲν μηδέπω πεῖραν τῶν κακῶν εἰληφότα τῷ τῆς τρυφῆς παραδείσῳ· τὰ δὲ μετὰ τὴν ἔφοδον, δεδῃωμένῳ πεδίῳ, καὶ παντελῶς διεφθαρμένῳ. Τοιαύτῃ γὰρ πανωλεθρίᾳ παραδοθή-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
