# Interpretatio in xii prophetas minores 81.1644

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1644

σονται, ὡς μηδὲ τοὺς διαφυγόντας σωτηρίας τινὸς τυχεῖν. «Ἀνασωζόμενος γὰρ, φησὶν, οὐκ ἔσται ἀπ' αὐτῶν.» ᾘνίξατο δὲ διὰ τούτων, τῶν πολεμίων τὴν προσβολήν. δʹ, εʹ. «Ὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν, καὶ ὡς ἱππεῖς, οὕτως καταδιώξονται. Ὡς φωνὴ ἁρμάτων· ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.» Ταῦτα ἐπὶ μὲν τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων νοοῦντες, τὸ ὡς, οὐ παραβολικῶς, ἀλλ' ἐπιτατικῶς νοήσωμεν, ὡς τῶν παρὰ τῷ μακαρίῳ Δαβὶδ εἰρημένων· «Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ.« ἀντὶ τοῦ, σφόδρα ἀγαθός. Καὶ τό· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.« ἀντὶ τοῦ, λίαν ἀγαπητά. Καὶ τό· «Ὡς ἐμεγαλύνθης σφόδρα.« ἀντὶ τοῦ, Πάνυ ἐμεγαλύνθης. Οὕτως οὖν καὶ ἐνταῦθα περὶ τῶν πολεμίων τὰ εἰρημένα λαμβάνοντες νοήσομεν τὸ, ὅρασις ἵππων, ὅτι ἵπποις πολλοῖς καὶ ἱππεῦσι χρήσονται, καὶ μετὰ πολλῶν δὲ ἥξουσιν ἁρμάτων, τοσαύτῃ τέχνῃ κεχρημένων τῶν ἡνιόχων, ὡς καὶ εἰς αὐτὰς ἰθύνειν τὰς ἀκρωρείας, καὶ ταῖς δυσχωρίαις ὡς πεδίοις κεχρῆσθαι. Εἰς δὲ τὴν ἀκρίδα τὰ εἰρημένα λαμβάνοντες τὸ, «Ὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν,» νοήσομεν τῇ πείρᾳ πρὸς τούτῳ χρώμενοι διδασκάλῳ. Εἰ γάρ τις ἀκριβῶς κατίδοι τὴν κεφαλὴν τῆς ἀκρίδος, σφόδρα τῇ τοῦ ἵππου ἐοικυῖαν εὑρήσει. Ἔστι δὲ ἰδεῖν καὶ πετομένην αὐτὴν, κατ' οὐδὲν τῆς τῶν ἵππων ταχύτητος ἐλαττουμένην, ὄρεσί τε καὶ πεδίοις ῥᾳδίως ἐφιπταμένην· καὶ μέντοι καὶ τοῖς ληΐοις δίκην φλογὸς ἐπιοῦσαν, κατεσθιούσης καλάμην. Καὶ πλήθει δὲ παρατεταγμένῳ εἰς πόλεμον ἔοικε, καὶ πετόμεναι, καὶ ἕρπουσαι (συνημμέναι γὰρ ἀλλήλαις ποιοῦσιν ἃ ποιοῦσιν), οἷόν τινα συνασπισμὸν καὶ τάξιν δεικνῦσαι πολεμικήν. ϛʹ. «Ἀπὸ προσώπου αὐτοῦ, φησὶ, συντριβήσονται λαοί· καὶ πᾶν πρόσωπον, ὡς πρόσκαυμα χύτρας.» Τοιαύτην γὰρ ἐπάξει τοῖς ἀνθρώποις τὴν συμφορὰν, ὡς ὑπὸ πυρός τινος μελανθείσῃ χύτρᾳ τὰ τούτων παραβάλλεσθαι πρόσωπα, τοῦ λιμοῦ καὶ τῆς ἐνδείας ταύτην ἐργαζομένης τὴν διαφθοράν. ζʹ, ηʹ. «Ὡς μαχηταὶ δραμοῦνται, καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη· ἕκαστος ἐν τῇ ὁδῷ αὑτοῦ πορεύσονται, καὶ οὐ μὴ ἐκκλίνωσι τὰς τρίβους αὑτῶν. Καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὑτοῦ οὐκ ἀφέξεται.» Καὶ ταῦτα τοῖς εἰρημένοις παραπλησίως νοήσωμεν, εἴς τε τοὺς πολεμίους, εἴς τε τὴν ἀκρίδα λαμβάνοντες. Ἔστι γὰρ ἰδεῖν καὶ τὴν ἀκρίδα, τῶν πολεμίων δίκην, καὶ τειχῶν ἐπιβαίνουσαν, κἀν ταῖς ὁδοῖς βαδίζουσαν, καὶ οὐδ' ὑπό τινος ἀνάγκης σκεδασθῆναι ἀνεχομένην, ἀλλ' οἷον μετά τινος

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
