# Interpretatio in xii prophetas minores 81.1645

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1645

συμπνοίας τὴν ἔφοδον ποιουμένην. «Καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὑτῶν πορεύσονται, καὶ ἐν τοῖς βέλεσιν αὑτῶν πεσοῦνται, καὶ οὐ μὴ συντελεσθῶσιν.» Ὅπλα δὲ αἱ μὲν ἀκρίδες ἔχουσι φυσικὰ, ὀδόντας, καὶ πτερὰ, καὶ πριονώδη κῶλα· οἱ δὲ πολέμιοι τὰ ἀπὸ τῆς τέχνης πορισθέντα τῇ φύσει. Ἀλλὰ καὶ οὗτοι, φησὶ, κἀκεῖνοι τοῖς ὅπλοις διηνεκῶς χρήσονται. Καὶ πολεμοῦντες γὰρ ἐν τοῖς σφοδροτέροις πολέμοις, καὶ σιδηροφοροῦντες σιτίων καὶ ὕπνου μεταλαγχάνειν εἰώθασι, τῶν πελαζόντων αὐτοῖς πολεμίων τὰς ἐφόδους δειμαίνοντες· Τὸ οὖν, Πεσοῦνται ἐν τοῖς βέλεσιν αὑτῶν, τὸ μετὰ τῶν ὅπλων διαναπαύεσθαι λέγει. τὸ δὲ, Οὐ μὴ συντελεσθῶσιν, ἀντὶ τοῦ, κόρον οὐ λήψονται τῶν πολεμίων· οὐδὲ μὴν αἱ ἀκρίδες τῆς βρώσεως. Εἶτα ἐπάγει, ὡς οὐκ ἀπόχρη τῶν περιβόλων τὸ ὕψος ἐμποδὼν τῇ τούτων εἰσόδῳ γενέσθαι· ἀλλὰ ῥᾳδίως μὲν ὑπερβήσονται τὰ τείχη, κλέπταις δὲ παραπλησίως διὰ θυρίδων εἰς τὰς οἰκίας εἰσελεύσονται. Καὶ τοῦτο δὲ οὐ μόνον ὑπὸ πολεμίων, ἀλλὰ καὶ ὑπὸ ἀκρίδων γεγενημένον πολλάκις ἐθεασάμεθα· οὐ πετόμεναι γὰρ μόνον, ἀλλὰ καὶ κατὰ τῶν τειχῶν ἀνέρπουσαι, διὰ τῶν φωταγωγῶν εἰς τοὺς οἴκους εἰσίασι. ιʹ, ιαʹ. «Πρὸ προσώπου αὐτοῦ συγχυθήσεται ἡ γῆ, καὶ σεισθήσεται ὁ οὐρανός· ὁ ἥλιος καὶ σελήνη συσκοτάσουσι, καὶ τὰ ἄστρα οὐ δώσουσι τὸ φέγγος αὑτῶν. Καὶ Κύριος δώσει φωνὴν αὑτοῦ πρὸ προσώπου δυνάμεως αὑτοῦ, ὅτι πολλή ἐστιν ἡ παρεμβολὴ αὐτοῦ.» Ταῦτα δὲ εἰκὸς μὲν καὶ δι' αὐτῶν γενέσθαι τῶν πραγμάτων· φωνὴν γὰρ καλεῖ τὴν βροντὴν, καὶ ἡλίου δὲ καὶ σελήνης ἐκλείψεις πολλάκις γεγενημένας ἐθεασάμεθα, καὶ τὰ ἄστρα ὑπὸ αὐχμοῦ τινος ἔστιν ὅτε ἀμυδρὰ γίνεται σφόδρα· καὶ ἡ γῆ δὲ κλονουμένη, τοῦ Θεοῦ παραδηλοῖ τὴν ὀργήν. Καὶ ἑτέρως δὲ δυνατὸν ταῦτα νοῆσαι· οἱ γὰρ ἐν συμφοραῖς ὄντες, οἷον ἐν σκότῳ τινὶ διάγοντες, οὐ τῆς τῶν οὐρανῶν ἐπαισθάνονται στάσεως, οὐ τὴν γῆν ἀκίνητον ὑπολαμβάνουσιν εἶναι, οὐκ ἐν φωτὶ τὴν ἡμέραν, οὐκ ἐν αὐγῇ τινι συμμέτρῳ τὴν νύκτα, ἀλλ' ἅπαντα ἄρδην ἀνατετράφθαι νομίζουσι. Τούτοις ἐπάγει· «Ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ.» Ἀντὶ τοῦ, Οὐδεὶς Θεοῦ λόγος ἔρημος ἔργων μένει· ὃ γὰρ ἂν εἴπῃ, τοῦτο εὐθὺς εἰς ἔργον χωρεῖ. «Διότι μεγάλη ἡ ἡμέρα τοῦ Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;» Τοιαῦτα, φησὶν, ὑμῖν ὁ τῶν ὅλων Θεὸς ἐπάξει κακὰ, ὥστε κατὰ πᾶσαν ταῦτα δῆλα γενέσθαι τὴν οἰκουμένην. Ἡμέραν γὰρ μεγάλην καὶ ἐπιφανῆ κέκληκε τὴν εἰς ἅπαντας ἀνθρώπους τῶν ἐπαχθησομένων δεινῶν διατρέχουσαν φήμην. Ἀντιστῆναι δὲ τοῖς ἐπαγομένοις ὑπὸ Θεοῦ κακοῖς οὐδεὶς ἀνθρώπων δυνήσεται. Μετὰ ταύτας τὰς ἀπηχεῖς ἀπειλὰς εἰς παραίνεσιν καὶ συμβουλὴν τρέπει τὸν λόγον, ιβʹ. «Ἐπιστράφητε, λέγων, ἐξ ὅλης τῆς καρδίας ὑμῶν·» μὴ μερίζοντες ταύτην εἰς ἡδονὰς καὶ εὐχὰς ἀλλὰ νηστείᾳ καὶ δάκρυσι χρώμενοι.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
