# Interpretatio in xii prophetas minores 81.1648

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1648

ιγʹ. «Καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν.» Τουτέστι, Τοῖς τῆς κατανύξεως χρήσασθε λογισμοῖς, καὶ τὸ ἀπειθὲς τῆς διανοίας καταμαλάξατε, καὶ τὰς ἐπωφελεῖς ὑποδέξασθε συμβουλὰς, καὶ τὴν τῆς κακίας καταλιπόντες ὁδὸν, τὴν πρὸς Θεὸν ἄγουσαν συντόνως ὁδεύετε· οἴκτου γὰρ καὶ ἐλέου πολλαὶ παρ' αὐτῷ πηγαὶ, καὶ μακροθυμίᾳ χρώμενος οἶδεν εἰς ἔργον μὴ φέρειν τὰς ἀπειλάς. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις·» ἀντὶ τοῦ, δεδιττόμενος μὲν ταῖς τῶν κολάσεων ἀπειλαῖς, ταῖς δὲ τῶν ἀνθρώπων ἐπὶ τὸ κρεῖττον μεταβολαῖς συμμεταβάλλων ἐπὶ τὸ θυμῆρες τὰς ἀπειλάς. Ὁ γὰρ τῶν ὅλων Θεὸς οὐ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα βουλεύεται, οὐδὲ παραπλησίως ἡμῖν, ἐφ' οἷς πράττει μετανοεῖ· ἀλλὰ καὶ ἀπειλῶν ἔχει παρ' αὑτῷ τὸν ἔλεον, ὃν τοῖς μεταμελομένοις ἐφ' οἷς ἐξήμαρτον χορηγεῖ· καὶ ἀγαθὰ ὑπισχνούμενος οἶδε τούς τε ἀγαθοὺς, καὶ τοὺς ἀναξίους τῶν δωρεῶν· καὶ τοῖς μὲν ταύτας ὀρέγει, τοῖς δὲ τἀναντία ὧν ὑπισχνεῖται δίδωσιν. Ὑποσχέσεσι γὰρ καὶ ἀπειλαῖς πρὸς ὠφέλειαν κέχρηται, ἵνα τὰς μὲν δεδιότες, τὰς δὲ ποθοῦντες, τὴν ἔννομον πολιτείαν ἀσπάσωνται. Εἶτα μετά τινος ἀμφιβολίας ὁ προφήτης τὴν θείαν εὐμένειαν ἐπαγγέλλεται, κἀν τούτῳ τοὺς ἀναισθήτους φοβῶν. ιδʹ. «Τίς οἶδεν, εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὑτοῦ εὐλογίαν, θυσίαν, καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ἡμῶν;» Εἰκὸς, φησὶν, ὅτι τὰς ἀπειλὰς καταλιπὼν ἀτελεῖς, τὴν συνήθη τῶν ἀγαθῶν ἡμῖν ἀφθονίαν δωρήσεται, ὥστε καὶ τὴν συνήθη λατρείαν τῷ θυσιαστηρίῳ προσφέρειν. Εὐλογίαν γὰρ τὴν τῶν ἀγαθῶν ἐκάλεσε χορηγίαν. Μετ' αὐτῆς τοίνυν, φησὶ, τῆς ἐλπίδος, ιεʹ. «Σαλπίσατε σάλπιγγι ἐν Σιών·» ἐν νηστείᾳ καὶ Θεοῦ θεραπείᾳ πάντα συναθροίζοντες τὸν λαὸν, ὥστε πᾶσαν τὴν Ἐκκλησίαν ἐκθύμως τῇ μεταμελείᾳ προσέχειν. Ἡγείσθωσαν δὲ οἱ τὸν πλείονα βεβιωκότες χρόνον· παρέστω δὲ καὶ πᾶσα ἡλικία, μηδὲ τῶν ὑπομαζίων ὑπολειπομένων βρεφῶν. Καὶ οἱ ἄρτι δὲ δεξάμενοι τὸν τοῦ γάμου ζυγὸν, τὰς γαμηλίους εὐωχίας καταλιπόντες, μετὰ παντὸς τοῦ λαοῦ τὸ τῆς μετανοίας προχείτωσαν δάκρυον. Ὁ δὲ τῶν ἱερέων σύλλογος παρὰ τὰς τοῦ ναοῦ πύλας, καὶ τὸ πρὸ τούτων θυσιαστήριον, ὀλοφυρόμενος καὶ ποτνιώμενος, τὸν τῶν ὅλων ἐξιλεούσθω Θεὸν, βοῶν· ιζʹ. «Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν;» Ἐνταῦθα μὲν οὖν σαφῶς ἐδίδαξεν, ὅτι περὶ τοῦ Σενναχηρεὶμ ἡ ἱκετεία προσήγετο, δι' ὃν καὶ Ἐζεκίας ὁ βασιλεὺς τὸν μέγαν προφήτην Ἡσαΐαν ἐλιπάρησε τὴν ὑπὲρ τοῦ λαοῦ πρεσβείαν προσενεγκεῖν τῷ Θεῷ. Τὰ δὲ ἐπαγόμενα διδάσκει, ὡς καὶ οἱ ἐκ γῆς καρποὶ ταῖς θεηλάτοις

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
