Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1649
Not analysed yet
πληγαῖς ἐλωβήθησαν. Δεξάμενος γὰρ τὴν μεταμέλειαν ὁ Δεσπότης, ὑπισχνεῖται αὐτοῖς δώσειν καὶ τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ δώσειν μετὰ φιλοτιμίας ὅτι πλείστης. Προσέθηκε γὰρ, ὅτι «Ἐμπλησθήσεσθε αὐτῶν.» Τουτέστιν, Εἰς κόρον αὐτῶν ἀπολαύσετε. «Καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσιν.» Κατάλληλος τῇ αἰτήσει ἡ δόσις· ἐπειδὴ γὰρ ἱκετεύοντες ἔλεγον· «Μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, καὶ μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν;» ἁρμόττουσαν ταῖς ἱκετείαις τὴν ἀπόκρισιν ἐποιήσατο, ὅτι Οὐκ ἐάσω ὑμᾶς ἐπιχάρτους τοῖς ὁμόροις γενέσθαι, ἀλλὰ τῆς παρ' ἐμοῦ μεταδώσω προνοίας, ὥστε γνῶναι κἀκείνους διὰ τῶν εἰς ὑμᾶς γιγνομένων, τοῦ Θεοῦ ὑμῶν τὴν ἰσχύν. κʹ. «Καὶ τὸν ἀπὸ βοῤῥᾶ δὲ ἐκδιώξω ἀφ' ὑμῶν, καὶ ἐξοίσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρῶμος αὐτοῦ, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὑτοῦ.» Τὸν ἀπὸ βοῤῥᾶ τὸν Ἀσσύριον λέγει, ὃν πάλαι μὲν ἀπὸ τῶν Ἱεροσολύμων ἐξήλασε, τοὺς πλείστους αὐτῶν δι' ἀγγέλου κατακοντίσας, μετὰ δὲ ταῦτα Βαβυλωνίων πεποίηκε παρανάλωμα, Βαβυλωνίους δὲ πάλιν τοῖς Πέρσαις παρέδωκε. Θαλάσσας τοίνυν τὰς στρατιὰς καλεῖ πρώτην μὲν τὴν Βαβυλωνίων, ὑφ' ὧν τὰ ἐν Νινευῒ κατελύθη βασίλεια· ἐσχάτην δὲ τὴν Περσῶν. Οὗτοι γὰρ ἡγουμένου τοῦ Κύρου, καὶ εἷλον τὴν Βαβυλῶνα, καὶ τοὺς πλείστους ἀνεῖλον, τοὺς δὲ ἄλλους ἐξηνδραπόδισαν. Σαπρίαν δὲ καὶ βρῶμον τὴν μετὰ τὸν θάνατον δυσωδίαν ἐκάλεσεν· ἀτάφων γὰρ, ὡς ἐν πολέμῳ, τῶν σωμάτων ῥιφέντων, καὶ ταῦτα παρηκολούθησε. Τοιγάρτοι τούτων, φησὶ, παρ' ἐμοῦ γιγνομένων, καʹ. «Θάρσει, γῆ, χαῖρε, καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι.» Καὶ ἵνα μὴ πάντα καταλέγων πέρα τοῦ μετρίου μηκύνω, καὶ τοῖς κτήνεσιν ὁμοίως παρακελεύεται θαῤῥεῖν, ὡς ὄμβρων συνήθως ἐσομένων, καὶ τῆς πόας φανησομένης, καὶ νομῆς ἐσομένης εἰς κόρον, καὶ ἀμπέλων, καὶ συκῶν, καὶ τῶν ἄλλων ἀκροδρύων τοῖς παντοδαποῖς βριθόντων καρποῖς. Δῆλον δὲ ὅτι τῇ γῇ καὶ τοῖς κτήνεσιν οὐχ ὡς λογικοῖς διαλέγεται, ἀλλὰ πάντοθεν τοῖς ἀθυμοῦσι ψυχαγωγίαν προσφέρει. Διὸ καταλιπὼν εὐθὺς τὴν ἄψυχον γῆν, καὶ τῶν ἀλόγων τὰ γένη, ἐπὶ τὴν φύσιν μετέβη τὴν λογικήν. κγʹ. «Καὶ τὰ τέκνα Σιὼν, χαίρετε, καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν.» Τὰς γὰρ ἀναγκαίας ὑμῖν χορηγήσει χρείας, καὶ παρέξει τὸν ὑετὸν εἰς καιρὸν, τόν τε πρώϊμον καὶ τὸν ὄψιμον, καθάπερ καὶ πρόσθεν ἀπελαύετε. Τοσαύτη δὲ ἔσται φορὰ τῶν ὡραίων, ὡς καὶ τὰς ἀλωὰς ὑπὸ τῶν ἀσταχύων στενοχωρεῖσθαι, καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου τὰς ληνοὺς