# Interpretatio in xii prophetas minores 81.1652

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1652

ὑπερβλύζειν. Καὶ διδάσκων σαφῶς, ὡς οὐ μόνον πολεμικὴν ὑπέμειναν ἔφοδον, ἀλλὰ καὶ ὑπὸ ἀκρίδος, καὶ τῶν ἄλλων λίαν ἐμαστιγώθησαν, εὐθὺς ἐπήγαγε· κεʹ. «Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρὶς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς.» Δύναμιν δὲ αὑτοῦ μεγάλην τὴν κάμπην ἐκάλεσεν, οὐκ ἐπειδὴ ταὐτὴν ἔχει δύναμιν μεγάλην «ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται, ὁ ἐπιτιμῶν τῇ θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν,» καὶ μυρία τούτων μείζονα δυνάμενος δρᾷν· ἀλλ' ἐπειδὴ μείζων ἡ ἐκ ταύτης αὐτοῖς ἐγένετο βλάβη, μεγάλην αὐτὴν προσηγόρευσε δύναμιν. κϛʹ. «Καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησε μεθ' ὑμῶν θαυμάσια.» Τοῦτο γὰρ τῶν ἀγαθῶν τὸ κεφάλαιον, οὐ τὸ εἰς κόρον ἀπολαῦσαι τῶν ἀγαθῶν, ἀλλὰ τὸ ὑμνῆσαι τὸν δοτῆρα τῶν ἀγαθῶν. Τοῖς δὲ οὕτως εὐγνωμόνως διακειμένοις, καὶ τῶν θείων εὐεργεσιῶν μεμνημένοις, ὑπισχνεῖται «τὸ μὴ καταισχυνθῆναι τὸν λαὸν αὐτοῦ εἰς τὸν αἰῶνα.» Εἰ δὲ ἐν αἰσχύνῃ νῦν εἰσιν Ἰουδαῖοι, οὐχ ὁ ἀψευδὴς Θεὸς τὰς ὑποσχέσεις ἐψεύσατο· ἀλλ' αὐτοὶ σφᾶς αὐτοὺς ἀπέφηναν ἀναξίους τῶν ὑποσχέσεων, ἀχάριστοι περὶ τὸν εὐεργέτην γεγενημένοι, καὶ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀποκαλέσαντες, καὶ τὸν κληρονόμον ἀποκτείναντες, καὶ μὴ μόνον τοὺς καρποὺς εἰς καιρὸν οὐκ ἀποδεδωκότες, ἀλλὰ καὶ τὴν κληρονομίαν ἁρπάσαι πειρασθέντες. κζʹ. «Καὶ ἐπιγνώσεσθε, ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ.» Δι' αὐτῆς γὰρ τῆς πείρας μαθήσεσθε, ὅπως ὑμῶν κηδόμενος συνοικεῖν ὑμῖν ἀνέχομαι, ὁ τὸν οὐρανὸν ἔχων θρόνον, τὴν δὲ γῆν ὑποπόδιον· εἴσεσθε δὲ καὶ τῶν ὑμετέρων εἰδώλων τὴν ἀσθένειαν, καὶ ὅτι ἐγὼ μόνος ὑπάρχω Θεὸς, καὶ παιδεύειν τοὺς πλημμελοῦντας, καὶ ἐλεεῖν τοὺς μεταμελουμένους δυνάμενος. Τούτοις δὲ τοῖς λογισμοῖς ἐπιμένοντες, ἐν ἀδείᾳ πάσῃ βιώσεσθε, οὐκέτι τὰ τῶν ἐθνῶν ὀνείδη δεχόμενοι. Οὕτω τὰ κατὰ τὴν ἐπάνοδον προαγορεύσας, καὶ τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὴν θεόσδοτον ἐλευθερίαν, καὶ τὴν εὐετηρίαν, καὶ τῶν καρπῶν τὴν ἀφθονίαν, καὶ τὴν τῆς πλάνης ἀπαλλαγὴν, καὶ τῆς θεογνωσίας προειπὼν τὰς ἀκτῖνας, μηνύει καὶ τὰς παντοδαπὰς τοῦ θείου Πνεύματος δωρεὰς, ἃς μετὰ τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τοῖς ἱεροῖς ἐχορήγησεν ἀποστόλοις ὁ τῶν ὅλων Θεὸς, καὶ δι' ἐκείνων ἅπασι τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι. κηʹ, κθʹ. «Καὶ ἔσται μετὰ ταῦτα.» Τουτέστι, μετὰ τὴν ἐπάνοδον καὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν. «Καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
