# Interpretatio in xii prophetas minores 81.1653

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1653

ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου.» Τοῦτο δὲ ἀναφανδὸν μὲν καὶ διαῤῥήδην κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς τὸ πέρας ἐδέξατο, ὅτε ἐλάλουν ἑτέραις γλώσσαις οἱ θεῖοι ἀπόστολοι, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι· καὶ μετὰ ταῦτα δὲ δι' ἐκείνων ἡ χάρις διενεμήθη τοῖς πιστεύουσιν ἅπασιν· ἐξ ὧν ἦσαν καὶ οἱ ἐν Ἀντιοχείᾳ προφῆται, καὶ Ἄγαβος ὁ τὴν ζώνην τοῦ Παύλου λαβὼν, καὶ οἱ ἐν Κορίνθῳ, πρὸς οὓς ὁ Παῦλος γράφει· «Ἐὰν δὲ πάντες προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, λέγων ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.» Καὶ αἱ τέτταρες δὲ τοῦ Φιλίππου θυγατέρες τὸ τῆς προφητείας ἐδέξαντο χάρισμα. Περὶ γὰρ τοῦ θεσπεσίου Παύλου τί δεῖ καὶ λέγειν, ὃς ἐν Μιλήτῳ μὲν τοῖς Ἐφεσίων ἔλεγε πρεσβυτέροις· «Οἶδα γὰρ, ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου, καὶ ἐξ ὑμῶν δὲ αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα;» Τιμοθέῳ δὲ γράφων βοᾷ, ὅτι «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ ἄνθρωποι φίλαυτοι, φιλάργυροι,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ἐσχάταις ἡμέραις ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις,» καὶ τὰ ἑξῆς. Ἀλλὰ γὰρ περιττὸν ποιῶ, δεικνύναι τῆς προφητείας πειρώμενος τὴν ἀλήθειαν. Ἄχρις γὰρ καὶ ἡμῶν τοῦτο διεφυλάχθη τὸ δῶρον, καὶ εἰσὶν ἐν τοῖς ἁγίοις ἄνδρες καθαρὸν τῆς διανοίας τὸ ὀπτικὸν ἔχοντες, οἳ πολλὰ τῶν μελλόντων καὶ προγινώσκουσι, καὶ προλέγουσιν. Οὕτως εἰρηκὼς τὰ μετὰ τὴν πρώτην τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν χορηγηθέντα ὑπὸ τοῦ θείου Πνεύματος δῶρα, προλέγει καὶ τὰ πρὸ τῆς δευτέρας ἐπιφανείας ἐσόμενα. λʹ, λαʹ. «Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα, καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ.» Ταῦτα καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις προηγόρευσεν· «Ἔσται γὰρ, φησὶ, σημεῖα ἐν οὐρανῷ, καὶ ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις.» Ἡμέραν δὲ μεγάλην καὶ ἐπιφανῆ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ὀνομάζει. Ἐπειδὴ γὰρ κατὰ τὴν προτέραν ἐτέχθη μὲν ὑπὸ πενιχρᾶς γυναικὸς ἐν σπηλαίῳ, τεχθεὶς δὲ ἐπὶ φάτνης ἐτέθη, καὶ ἕως ἤρξατο τῶν θαυμάτων, ἄδηλος ἦν τοῖς πολ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
