Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1656
Not analysed yet
λοῖς· ἐρχόμενος δὲ ἐπὶ τῶν νεφελῶν ὀφθήσεται, τῶν μυρίων μυριάδων ἐκείνων ἡγουμένων, καὶ τῶν χιλίων χιλιάδων ὑμνουσῶν, καὶ αὐτῷ κάμπτει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, εἰκότως τὴν ἡμέραν ἐκείνην ἐπιφανῆ προσαγορεύει. λβʹ. «Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Ἀλλὰ γὰρ καιρὸς εἰπεῖν τὴν ἀποστολικὴν ἐκείνην φωνήν· «Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσι χωρὶς κηρύσσοντος;» Οὗ χάριν εἰκότως ἐπήγαγεν· «Ὅτι ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ ἔσται ἀνασωζόμενος, καθότι εἶπεν ὁ Κύριος, καὶ εὐαγγελιζόμενοι, οὓς Κύριος προσκέκληκε.» Σαφῶς γὰρ ἐνταῦθα τοὺς ἱεροὺς ἡμῖν ἀποστόλους ἐδήλωσεν, οἳ προσετάχθησαν εὐαγγελίζεσθαι, καὶ λέγειν· «Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.» Ἐν τῷ ὄρει δὲ Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ ἀνασωζόμενον λέγει, σημαίνων, ὡς πᾶς ὁ πιστεύων εἰς τὸν ἐκεῖ σταυρωθέντα καὶ τὰ ὑπὲρ ἡμῶν ἀναδεξάμενον πάθη, σωτηρίας τεύξεται. Μετὰ τὴν πρόῤῥησιν τῶν πνευματικῶν δωρεῶν, εἰς ἑτέραν ὑπόθεσιν τὴν προφητείαν μετήνεγκε, καὶ προλέγει περὶ τοῦ Γὼγ καὶ τοῦ Μαγὼγ, περὶ ὧν καὶ ὁ θεῖος Ἰεζεκιὴλ προεθέσπισε, καὶ προλέγει, ὡς παμπληθεῖ χρησάμενοι στρατιᾷ, μετὰ τὴν ἐπάνοδον ἐπιστρατεύσουσι τῇ Ἱερουσαλὴμ, τῶν περιοίκων ἐθνῶν, ὡς εἰκὸς, αὐτοὺς προτρεπόντων εἰς τοῦτο. Ἐπειδὴ γὰρ περιφανεῖς λίαν καὶ περίβλεπτοι μετὰ τὴν ἐπάνοδον ἐγεγόνεισαν, τοῦ τηνικάδε τῆς οἰκουμένης κρατοῦντος (Κύρος δὲ ἦν ὁ πρῶτος Περσῶν βασιλεύσας), μετὰ δώρων αὐτοὺς καὶ τιμῆς ἁπάσης προπέμψαντος, καὶ τὸν θεῖον νεὼν οἰκοδομηθῆναι παρεγγυήσαντος, φθόνῳ βαλλόμενοι πλήθη μυρία πανταχόθεν συνήθροισαν, αὔτανδρον λαβεῖν τὴν πόλιν ἐλπίσαντες. Ἀλλ' ἐψεύσθησαν τῆς ἐλπίδος· πανωλεθρίαν γὰρ παρ' αὐτὴν τὴν πόλιν ὑπέμειναν, τοῦ Θεοῦ τῶν ὅλων ὑπερμαχήσαντος, καὶ ὑπ' ἀλλήλων αὐτοὺς ἀναιρεθῆναι παρασκευάσαντος. Ταῦτα ὁ Δεσπότης διὰ τοῦ θείου Ἰωὴλ προαγορεύων, φησίν· ΚΕΦΑΛ. Γʹ. αʹ. «Ὅτι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ.» Δεικνὺς ποίῳ καιρῷ, ἐπήγαγεν· «Ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλήμ.» Οὐ γὰρ ἐν τῷ τῶν πνευματικῶν χαρισμάτων καιρῷ, ἀλλ' εὐθὺς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, βʹ. «Συνάξω, φησὶ, πάντα τὰ ἔθνη.» Ἀντὶ τοῦ, Συναχθῆναι συγχωρήσω, καὶ τὴν πρώτην αὐτῶν ὁρμὴν οὐ κωλύσω· τοῦτο γὰρ λέγει συνάξω· οὐ γὰρ ἄκοντας ἦγεν, ἀλλὰ βουλομένους ἐλθεῖν οὐκ ἐκώλυσεν, «Καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα τοῦ Ἰωσα-