# Interpretatio in xii prophetas minores 81.1657

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1657

φὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου, καὶ τῆς κληρονομίας μου Ἰσραήλ· οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσι, καὶ τὴν γῆν μου καταδιείλαντο. (γʹ.) Καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους, καὶ ἔδωκαν τὰ παιδάρια πόρναις, καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου, καὶ ἔπινον.» Ἐντεῦθεν δῆλον, ὡς τῶν ὁμόρων ἡγουμένων ἠκολούθουν οἱ ἄλλοι· αὐτοὶ γὰρ, κατὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, καὶ τὴν γῆν καταδιείλαντο, ὡς μηδενὸς ἔτι ὄντος, μήτε τοῦ δεσπόζοντος, μήτε τοῦ γεωργοῦντος, καὶ τὸν κλῆρον δὲ ἔβαλον, τὰς διαιρέσεις ποιούμενοι· καὶ τοὺς διαφυγόντας ἀπεδίδοντο, εἰς ἀσωτίαν καὶ τρυφὴν τὴν ὑπὲρ αὐτῶν καταβαλλομένην καταδαπανῶντες τιμήν. Τὸ δὲ, «Διακριθήσομαι ὑπὲρ τοῦ λαοῦ μου,» τέθεικε, διδάσκων, ὡς ἀπαιτήσει αὐτοὺς ποινὴν τῆς εἰς τὸν λαὸν τολμηθείσης παρανομίας. Ἐντεῦθεν ἐγκαλεῖ τῇ Τύρῳ καὶ τῇ Γαλιλαίᾳ τῶν ἀλλοφύλων (χώρα δὲ αὕτη τῆς Τύρου), ὅτι καὶ αὐτὴ τῶν ταῦτα δρασάντων ἐγένετο, μνησικακίᾳ κατὰ τοῦ λαοῦ χρησαμένη. Οἰκειούμενος δὲ τὰ εἰς τὸν λαὸν τολμηθέντα, ἔφη· «Μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοί;» Ὥσπερ γὰρ τῶν ἀποστόλων διωκομένων ὑπὸ τοῦ Σαύλου, ἄνωθεν ἔλεγε· «Σαοὺλ, Σαοὺλ, τί με διώκεις;» οἰκεῖα πάθη καλῶν τὰ κατ' ἐκείνων τολμώμενα· οὕτως ἐνταῦθα, πρὸς τὴν Τύρον διαλεγόμενος, τὸ πρόσωπον ἀνείληφε τοῦ λαοῦ, καὶ εἰς ἑαυτὸν ἀνήνεγκε τὰ κατ' ἐκείνου γινόμενα. Ἀπειλεῖ δὲ αὐτοῖς τὴν ταχίστην ἀπόδοσιν, τῆς εἰς τὸν λαὸν παρανομίας τὴν δικαίαν ἀντίδοσιν. Εἶτα λέγει καὶ τῆς ἀδικίας τὰ εἴδη. Λαβόντες γὰρ, φησὶ, τὸ ἀργύριον, καὶ τὸ χρυσίον μου, καὶ τὰ ἄλλα τὰ ἀνακείμενά μοι, εἰς τοὺς τῶν εἰδώλων ὑμῶν εἰσηνέγκατε ναούς· τοὺς δὲ διαφυγόντας τῶν Βαβυλωνίων τὴν ἔφοδον Ἰουδαίους τοῖς υἱοῖς τῶν Ἑλλήνων ἀπέδοσθε, ἕνα σκοπὸν ἔχοντες, ὥστε πόῤῥω αὐτοὺς τῆς ὑπ' ἐμοῦ δοθείσης αὐτοῖς καταστῆσαι γῆς. Ἀλλ' ἐγὼ πάντοθεν αὐτοὺς συναθροίσας, αὖθις αὐτοὺς ἀνακτήσασθαι τὴν οἰκείαν παρασκευάσω δύναμιν, ὥστε ὑμᾶς ἐνδίκως ἀμύνασθαι, καὶ καταλῦσαι τὴν ὑμετέραν ὀφρὺν, καὶ ἐξανδραποδίσαι, καὶ εἰς τὰς τῆς οἰκουμένης ἐσχατιὰς ἀναγκάσαι δουλεύειν. Ἀπὸ τῆς Τύρου πάλιν εἰς τὰ Σκυθικὰ τὴν προφητείαν μετήνεγκε, καὶ κελεύει κηρῦξαι τοῖς ἔθνεσι, καὶ διεγεῖραι τοὺς μαχητὰς, καὶ ἀφορίσαι εἰς πόλεμον· τοῦτο γὰρ ἐκάλεσεν ἁγιάσαι. Ἐπειδὴ γὰρ ὁ ἅγιος τῶν ἐναγῶν ἑαυτὸν ἀφορίζει πραγμάτων, πᾶν τὸ εἴς τι ἀφοριζόμενον ἁγιάσαι καλεῖ· οὕτως καὶ ἄνω, Ἁγιάσατε, ἔφη, νηστείαν, τουτέστιν, Ἀφορίσατε. Καὶ ὁ Ἡσαΐας περὶ τῶν Βαβυλωνίων· «Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς·» ἀντὶ τοῦ, εἰς τοῦτο ἀφωρισμένοι. Εἶτα κελεύει τὰ γεωργικὰ ὄργανα εἰς πολεμικὰ μετασκευάσαι, καὶ τὸν ἀσθενῶς διακείμενον, ὡς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
