Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1660
Not analysed yet
ῥωμαλέον εἰς τὴν παράταξιν εὐτρεπίσασθαι, καὶ τὸν πραότητι συζῶντα, μεταβληθέντα προθύμως ἀνδραγαθίζεσθαι· πάντας δὲ εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ συναθροίζεσθαι. ιβʹ. «Ὅτι ἐκεῖ, φησὶ, καθίσω, διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν.» Τουτέστι, τὰ κύκλῳ τῆς Ἱερουσαλὴμ οἰκοῦντα, Ἰδουμαίους, Ἀμμανίτας, Μωαβίτας, Ἀμαληκίτας, Ἀλλοφύλους, Τυρίους, Σιδωνίους· οὗτοι γὰρ τὰ Σκυθικὰ κατὰ τῶν Ἱεροσολύμων ἔθνη συνήθροισαν. Εἶτα τροπικῶς τούτων τὴν ἀναίρεσιν κωμῳδῶν, τρυγητὸν μὲν καλεῖ τὴν σφαγὴν, δρέπανα δὲ τὰ δόρατα, καὶ τὰ ξίφη, δι' ὧν ἀνῃρέθησαν ληνὸν δὲ καὶ ὑπολήνιον, τὴν φάραγγα τῶν αἱμάτων ἐκείνων πεπληρωμένην. Καὶ τὴν αἰτίαν τῆς τιμωρίας· «Ὅτι ἐπληθύνθη, φησὶ, τὰ κακὰ αὐτῶν.» Εἶτα τὸν ἐν ταῖς σφαγαῖς θόρυβον. ιδʹ. «Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης· ὅτι ἐγγὺς ἡμέρα τοῦ Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης.» Κοιλάδα δὲ δίκης τὴν Ἰωσαφὰτ ὠνόμασε φάραγγα, ὡς τὸ κριτήριον καὶ τὴν κατ' αὐτῶν δεξαμένην ψῆφον. Λέγει δὲ καὶ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς λοιποὺς ἀστέρας, τοῦ φωτὸς στερηθήσεσθαι. Καὶ εἰκὸς μὲν τῷ ὄντι ταῦτα γενέσθαι, τοῦ Θεοῦ τῶν ὅλων πᾶσαν κατ' αὐτῶν τὴν κτίσιν κινήσαντος. Ἔστι δὲ ὅμως καὶ ἑτέρως νοῆσαι. Τοῖς γὰρ ἔξω τῆς ζωῆς γενομένοις, καὶ θανάτῳ παραδοθεῖσιν, οὔτε ἥλιος, οὔτε σελήνη, οὔτε τις ἀστέρων, τοῦ φωτὸς καταπέμπει τὴν αἴγλην. Καὶ μέντοι καὶ ὑπὸ τῶν ἀδοκήτων κατεχόμενοι κακῶν, ἐν σκότῳ διῆγον, νύκτα τὴν ἡμέραν νομίζοντες. ιϛʹ. «Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὑτοῦ· καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὑτοῦ.» Δηλοῖ δὲ διὰ τούτων, ὡς κἀκεῖνα τῷ ὄντι γεγένηται· φωνὴν γὰρ καλεῖ τὴν βροντήν· οὕτως γὰρ αὐτὴν προσαγορευομένην καὶ ἐν ταῖς Βασιλείαις εὑρίσκομεν. «Ἐποίησε γὰρ, φησὶ, Κύριος φωνὰς καὶ ὑετόν.» Διδάσκει τοίνυν, ὡς καὶ βρονταῖς αὐτοὺς κατακτυπήσει, καὶ σεισμοῖς κατακλονήσει, καὶ θεηλάτοις πληγαῖς ἄρδην καταναλώσει. Ταῦτα δὲ δράσει τῶν ὅλων ὁ Κύριος, οἴκτῳ περὶ τὸν οἰκεῖον κεχρημένος λαὸν, ἵνα ταύτης ἀπολαύσας τῆς προνοίας, γνῷ, φησὶν, ιζʹ. «Ὅτι ἐγὼ Κύριος ὁ Θεὸς κατασκηνῶν ἐν ὄρει ἁγίῳ μου.» Τούτων δὴ γενομένων, περίβλεπτος ἔσται Ἱερουσαλὴμ, ἅτε δὴ τῆς ἐμῆς ἀπολαύσασα κηδεμονίας· καὶ δέος καθέξει τοὺς ἀλλοφύλους ἅπαντας, ὥστε μηδὲ ὁδίτην τοιοῦτον δι' αὐτῆς παροδεύειν, τὰ εἰς ἐκείνους γεγενημένα δειμαίνοντα. Τοῦτο γὰρ παρεδήλωσεν, εἰρηκώς· «Καὶ ἀλλογενὴς οὐ διελεύσεται δι' αὐτῆς οὐκέτι.» Ἀλλὰ τὰς θείας προῤῥήσεις οὐκ ἐᾷ προβαίνειν εἰς πέρας ὑπ' αὐτῶν τὰ παρανόμως γιγνόμενα. Καὶ γὰρ ὁ τῶν ὅλων Θεὸς νομοθετῶν, καὶ τὰ ἀγαθὰ ὑπισχνούμενος,