# Interpretatio in xii prophetas minores 81.1661

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1661

μετὰ διορισμοῦ ποιεῖται τοὺς λόγους· «Ἐὰν φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, καὶ ἐὰν πορεύησθε ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.» Ὥστε κἂν μὴ πανταχοῦ τοιαῦτα εὑρίσκωμεν, οὕτω νοῶμεν καὶ τὰ ἀορίστως λεγόμενα. ιηʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα.» Τοὺς δὲ καρποὺς τῆς γῆς διὰ τούτων παραδηλοῖ, καὶ τῶν κτηνῶν τὴν εὐπάθειαν· τῶν γὰρ θρεμμάτων καὶ τὸ γάλα καρπός. «Καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου πορεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων.» Ἀφέσεις μὲν οὖν ὑδάτων τὰς πηγὰς ὀνομάζει, πηγὴν δὲ ἐξ οἴκου Κυρίου ἐκπορευομένην, τὴν τοῦ ἁγίου Πνεύματος χάριν, περὶ ἧς καὶ ἄνω προηγόρευσεν, ἥτις οὐ μόνον Ἰουδαίους, ἀλλὰ καὶ τὰ ἔθνη πάντα πεπότικε. Χειμάῤῥουν γὰρ σχοίνων τὰ ἔθνη προσαγορεύει, πάλαι μὲν τῇ πλάνῃ παρασύραντα τοὺς πελάσαντας, μετὰ δὲ τὴν εἰς τὸν Κύριον πίστιν τὰ διειδῆ τῆς ἁγίας πηγῆς ὕδατα δεξάμενα, καὶ τῶν σχοινίων τῆς ἁμαρτίας ἀπαλλαγέντα, περὶ ὧν Ἡσαΐας βοᾷ· «Οὐαὶ, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὑτῶν ὡς σχοινίῳ μακρῷ.« Τούτων δὲ γινομένων, ιθʹ. «Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται.» Τουτέστιν, ἡ περὶ τὰ εἴδωλα μανία σβεσθήσεται· ἡ γὰρ Αἴγυπτος ἀρχηγὸς τῆς ἀσεβείας. «Ἡ δὲ Ἰδουμαία, φησὶν, εἰς πεδίον ἀφανισμοῦ.» Καὶ τὸ γήϊνον δὲ, φησὶ, καταλυθήσεται φρόνημα. Ἐδὼμ γὰρ ὁ ἐρυθρὸς καὶ γήϊνος ἑρμηνεύεται. Καὶ κατὰ τὴν ἱστορίαν δὲ δυνατὸν τὰ εἰρημένα νοῆσαι· Αἴγυπτον μὲν ἀφανιζομένην τῇ στερήσει τῆς βασιλείας· Καμβύσης γὰρ αὐτὴν ὁ Κύρου παῖς καταλύει· καὶ ἡ Ἰδουμαία δὲ τὴν ἐρημίαν ὑπέμεινεν, ὡς καὶ αὐτὰ μαρτυρεῖ τὰ πράγματα. Ταῦτα δὲ, φησὶ, πείσονται δίκας τίνοντες ὑπὲρ ὧν τὸν Ἰούδαν ἠδίκησαν. Δίκαιον γὰρ τὸ αἷμα τὸ ἀθῶον ἐκάλεσεν, ἀντὶ τοῦ, ἄνευ τινὸς αἰτίας εὐλόγου τὰς κατ' αὐτῶν τετολμήκασι σφαγάς. κʹ, καʹ. «Ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ Ἱερουσαλὴμ εἰς γενεὰς γενεῶν. Καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν, καὶ οὐ μὴ ἀθωώσω, καὶ Κύριος κατασκηνώσει ἐν Σιών.» Δίκαιος γὰρ ὢν, φησὶν, οὐκ ἀνέξομαι καταλιπεῖν τοὺς ἠδικημένους ἀτημελήτους, ἀλλὰ τοὺς ἠδικηκότας κολάσω· τούτους δὲ τῆς ἐμῆς ἀξιώσω προνοίας, ἐν τῇ Σιὼν τὴν ἐμαυτοῦ δεικνὺς ἐπιφάνειαν. Τὸ δὲ, «Εἰς τὸν αἰῶνα ἡ Ἰουδαία κατοικηθήσεται,» νοήσωμεν κατὰ τὴν ἄνω ἡμῖν εἰρημένην διάνοιαν. Οὐδὲ γὰρ τοῖς ἀναξίοις τὰς ἀγαθὰς ὑποσχέσεις δίκαιον χορηγεῖν τὸν Θεὸν, δίκαιον ὄντα, καὶ μυσαττόμενον ἀδικίαν. Ἑαυτοῖς τοιγαροῦν Ἰουδαῖοι πρόξενοι γεγόνασι τῆς εἰς τὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
