# Interpretatio in xii prophetas minores 81.1664

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1664

ἔθνη διασπορᾶς, κατὰ τοῦ εὐεργέτου λυττήσαντες· ἡμεῖς δὲ, οἱ ἀντ' ἐκείνων εἰς νύμφης τάξιν κληθέντες, τὸν ἀγαπήσαντα νυμφίον καὶ μεγίστων δωρεῶν ἀξιώσαντα θερμῶς ἀγαπῶντες διατελέσωμεν, ἵνα μὴ τῶν αἰωνίων ἐκπέσωμεν ὑποσχέσεων, ὧν εἴη πάντας ἡμᾶς τυχεῖν χάριτι τοῦ σεσωκότος Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ. ΥΠΟΘΕΣΙΣ. Ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιεὶς εἰς πάντα τὰ ἔργα ἡμῶν, ᾗ φησιν ἡ θεία Γραφὴ, εἰδὼς τῆς τοῦ Ἰσραὴλ καρδίας τὸ σκληρὸν καὶ ἀντίτυπον, οὐ δι' ἑνὸς αὐτῷ μόνου διαλέγεται προφήτου, ἀλλὰ πολλοῖς καὶ θαυμασίοις ἀνδράσι χρώμενος ὑπουργοῖς, καὶ τὰς παραινέσεις προσφέρει, καὶ τὰ ἐσόμενα προθεσπίζει, τῇ τῶν πλειόνων συμφωνίᾳ δεικνὺς τὸ τῶν προῤῥήσεων ἀψευδές. Τούτων εἷς ἐστι καὶ ὁ θεσπέσιος Ἀμώς· τοῖς γὰρ θαυμασίοις ἐκείνοις Ὡσηὲ καὶ Ἰωὴλ, καὶ κατὰ τὸν αὐτὸν ἐγένετο χρόνον, καὶ ταὐτὰ προεθέσπισε περί τε Ἀσσυρίων καὶ Βαβυλωνίων, καὶ τῆς ἐκεῖθεν ἐπανόδου, καὶ τῶν μετὰ τὴν ἐπάνοδον συμβησομένων. Ὀλίγα δὲ πρότερον κατὰ τῶν ὁμόρων ἐθνῶν προαγορεύσας, οὕτω τῆς περὶ τοῦ Ἰσραὴλ ἤρξατο προφητείας. Μεγίστην δὲ καὶ διὰ ταυτησὶ τῆς προῤῥήσεως ὠφέλειαν Ἰουδαίοις προσήνεγκεν· ἐδίδαξε γὰρ, ὡς οὐκ αὐτοὺς μόνους ἐλεεῖν καὶ παιδεύειν δύναται τῶν ὅλων ὁ Κύριος, ἀλλὰ καὶ πάντα τὰ ἔθνη, ἅτε δὴ ποιητὴς ἁπάντων ὢν καὶ δημιουργός. Πρὸς δὲ τούτοις καὶ ὅσην αὐτῶν ποιεῖται κηδεμονίαν δεδήλωκε, τοὺς ἀδικεῖν αὐτοὺς πειρωμένους κολάζων. Αὕτη μὲν οὖν τῆς ἐν χερσὶ προφητείας ἡ ὑπόθεσις· ἐκ δὲ τῆς κατὰ μέρος ἑρμηνείας, ἀκριβέστερον τῶν θείων λογίων μαθησόμεθα τὴν διάνοιαν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
