Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1665
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. «Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Καριαθιαρεὶμ ἐκ Θεκουὲ, οὓς εἶδεν ἐπὶ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.» Ἐδίδαξεν ἡμᾶς ὁ προφήτης, ὡς ἐκ Θεκουὲ ὁρμώμενος ἐν τῇ Καριαθιαρεὶμ τῆς θείας ἀποκαλύψεως ἔτυχε, καὶ ὅτι προσετάχθη περὶ τῆς Ἱερουσαλὴμ τοὺς λόγους ποιεῖσθαι· διδάσκει δὲ καὶ τῆς προφητείας τὸν χρόνον· τούτου γὰρ χάριν καὶ τῶν βασιλέων τὴν μνήμην πεποίηται, Ὀζίου βασιλέως Ἰούδα, καὶ Ἱεροβοὰμ βασιλέως Ἰσραήλ. Δῆλος δέ ἐστιν οὐ περὶ τῆς Ἱερουσαλὴμ μόνης, ἀλλὰ καὶ περὶ τῶν δέκα φυλῶν τὰς προῤῥήσεις ποιούμενος· οὗπερ εἵνεκα καὶ τοῦ Ἱεροβοὰμ ἐμνημόνευσεν, ὃς ἐκείνων κατ' ἐκεῖνον ἐβασίλευσε τὸν καιρόν. Ἐπειδὴ δὲ πολὺν ἑκάτερος αὐτῶν ἐβασίλευσε χρόνον (Ὀζίας μὲν γὰρ δύο καὶ πεντήκοντα ἡγεμόνευσεν ἔτη, Ἱεροβοὰμ δὲ ἓν καὶ τεσσαράκοντα), εἰκότως τοῦ σεισμοῦ δεδήλωκε τὸν καιρὸν, καὶ ἔφη τοῦτον μετὰ δύο τῆς προφητείας ἐνιαυτοὺς γεγενῆσθαι, ἵνα διδάξῃ σαφῶς, ὁπηνίκα τοὺς θείους λόγους πρὸς τὸν λαὸν ἐποιήσατο. Τινὲς δὲ τοῖς χρόνοις οὐκ ἀκριβῶς προσεσχηκότες, τοῦτον ὑπέλαβον γεγενῆσθαι τὸν σεισμὸν, ἡνίκα Ἡσαΐας ὁ μέγας, μετὰ τὴν Ὀζίου τελευτὴν, εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὅτε τὸ ὑπέρθυρον ἀπὸ τῆς τῶν Σεραφὶμ ἐπήρθη φωνῆς· ἐγὼ δὲ, τοὺς χρόνους ἐρευνήσας, ηὗρον τοῦτο ψευδές. Εἰ γὰρ μετὰ τὴν Ὀζίου τελευτὴν ὁ σεισμὸς ἐγένετο, πρὸ δύο δὲ ἐτῶν τῆς προφητείας ἐποιήσατο τὴν ἀρχὴν ὁ μακάριος Ἀμὼς, τὸ πεντηκοστὸν ἦν ἔτος τῆς Ὀζίου βασιλείας· πεντήκοντα γὰρ καὶ δύο βεβασίλευκεν ἔτη. Ἀλλ' ὁ Ἱεροβοὰμ κατὰ τοῦτον οὐ περιῆν τὸν καιρόν· ἐν γὰρ τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει τῆς τούτου βασιλείας, Ὀζίας τὴν τῆς βασιλείας χειροτονίαν ἐδέξατο. Δῆλον τοίνυν ἀπὸ τῶν χρόνων, ὡς κατὰ τὴν ἀρχὴν τοῦ Ὀζίου βασιλείας αἱ τοῦ θεσπεσίου Ἀμὼς προῤῥήσεις ἐγένοντο, ἐπειδὴ τοῦ Ἱεροβοὰμ ἔτι περιόντος καὶ βασιλεύοντος ἔφη δέξασθαι τῆς προφητείας τὸ χάρισμα. Οὕτως ὑποδείξας τὸν τῆς προφητείας καιρὸν, διδάσκει καὶ ποίοις προοιμίοις ἐχρήσατο. βʹ. «Καὶ εἶπε· Κύριος ἐκ Σιὼν ἐφθέγξατο, καὶ ἐξ Ἱερουσαλὴμ ἔδωκε φωνὴν αὑτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου.» Ἐπειδὴ γὰρ μέλλει τοῖς πλησιοχώροις ἔθνεσιν ἀλγεινὰ προαγορεύειν, ἀναγκαίως διδάσκει, πόθεν αἱ κατὰ τούτων ἐκφέρονται ψῆφοι· ἀπὸ γὰρ τῆς Ἱερουσαλὴμ, φησὶ, καὶ τοῦ Σιὼν ὄρους, τοῦ Θεοῦ τῶν ὅλων φθεγξαμένου, καὶ τῶν τιμωριῶν τὰς ἀποφάσεις ποιησαμένου, πενθήσουσι μὲν οἱ ποιμένες, ἅτε δὴ τροφὴν τοῖς ὑπ' αὐτῶν ποιμαινομένοις οὐχ εὑρίσκοντες θρέμμασιν· ἅπας δὲ ὁ Κάρ-