# Interpretatio in xii prophetas minores 81.1668

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1668

μηλος μέχρις αὐτῆς τῆς ἀκρωρείας, στερηθήσεται τῆς τῶν καρπῶν ἀφθονίας. Ταῦτα δὲ καὶ κατὰ τὴν ἱστορίαν μὲν συνέβη, διά τε τὴν ἀνομβρίαν, καὶ τὴν ἀκρίδα, καὶ τὴν κάμπην, καὶ τὰς ἄλλας, ἃς ὁ δίκαιος αὐτοῖς κριτὴς ἐπενήνοχε μάστιγας. Παραδηλοῖ δὲ ὅμως διὰ τούτων καὶ ἕτερα, καὶ καλεῖ κορυφὴν μὲν Καρμήλου τὸν Ἰσραήλ· τῆς γὰρ ἐπηγγελμένης γῆς καὶ οὗτος ἦν μόριον. «Εἰσήγαγον γὰρ, φησὶν, ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ.» Ποιμένας δὲ ὀνομάζει τῶν ὁμόρων ἐθνῶν τοὺς βασιλέας· νομὰς δὲ τοὺς τούτων ὑπηκόους, οὐ μόνον ὅτι δασμὸν αὐτοῖς καὶ φόρον οἷόν τινα νομὴν προσεκόμιζον, ἀλλ' ὅτι καὶ ὑπ' αὐτῶν διετέλουν νεμόμενοι. Λέγει τοίνυν, ὅτι ὁ μὲν τῶν ὅλων Θεὸς ἀπὸ τοῦ Σιὼν ὄρους, καὶ τῆς Ἱερουσαλὴμ πόλεως, καὶ τὰ ἄλλα ἔθνη τὰ πλησιόχωρα παντοδαποῖς περιβληθήσεται κακοῖς κατὰ τὴν θείαν ἀπόφασιν. Εἶτα κατὰ μέρος καὶ τὰς πλημμελείας τῶν ἐθνῶν ἐξηγεῖται, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς τιμωρίας διδάσκει. γʹ. «Καὶ εἶπε Κύριος· Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἀνθ' ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν.» Ἀποστρεφόμενος ὁ Θεὸς οὐ δοκεῖ ὁρᾷν τῶν ἀνθρώπων τὰ πλημμελήματα· οὗπερ εἵνεκα καὶ ὁ μακάριος Δαβὶδ προσεύχεται, λέγων· «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.» Ἡνίκα δὲ κολάζει, αὐτὸς ὁ Θεὸς λέγει· «Καὶ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς, καὶ ἐπιβλέψομαι ἐπὶ τὰς ἀδικίας ὑμῶν.» Τὸ οὖν, Οὐκ ἀποστραφήσομαι, ἀντὶ τοῦ, Οὐκέτι μακροθυμήσω, οὐδὲ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν· ἀλλ' ὄψομαι ἃ πρότερον διὰ μακροθυμίαν οὐκ ἐδόκουν ὁρᾶν. Τὸ δὲ ἐπὶ ταῖς τρισὶ, καὶ ἐπὶ ταῖς τέσσαρσι, τὸ πλῆθος σημαίνει. Λέγει τοίνυν, ὅτι Πολλὰ πολλάκις τῆς Δαμασκοῦ πεπλημμεληκυίας ἐπὶ πλεῖστον ἀνασχόμενος, νῦν οὐκέτι μακροθυμήσω, οὐδὲ ἀποστραφήσομαι, ὥστε αὐτῶν μὴ ἰδεῖν τὰς ἀῤῥήτους παρανομίας· διαφερόντως δὲ ἃς κατὰ τῶν Γαλααδιτῶν τετολμήκασιν, ὠμότητι κατ' αὐτῶν καὶ θηριωδίᾳ χρησάμενοι, ὡς καὶ τὰς κυοφορούσας διαπρῖσαι γυναῖκας. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἐδίδαξεν, εἰρηκώς· «Ἀνθ' ὧν ἠλώησαν τροχοῖς σιδηροῖς τὴν Γαλαάδ.» Τὴν αὐτὴν δὲ διάνοιαν καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων τεθείκασι. Μανθάνομεν τοίνυν, ὡς εἰς ἅλω τινὰ βάλλοντες τὰς προειρημένας γυναῖκας, τοῖς πριονοειδέσι τροχοῖς δίκην αὐτὰς ἀσταχύων ὠμῶς κατηλώησαν. Ἡ δὲ Γαλαὰδ πόλις ἦν καὶ αὕτη τοῦ Ἰσραὴλ, εἰς ἣν οἱ τὴν Δαμασκὸν οἰκοῦντες τετολμήκασι ταῦτα. Οὕτω τὴν παρανομίαν ὑποδείξας, ἐπάγει τὴν τιμωρίαν. δʹ. «Καὶ ἀποστελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαήλ.» Βασιλεὺς δὲ οὗτος ἐγεγόνει τῆς Δαμασκοῦ. «Καὶ καταφάγεται θεμέλια υἱοῦ Ἄδερ.» Τοῦτόν τινες ὑπέλαβον πατέρα τοῦ Ἀζαὴλ, διελόντες δίχα τὸ ὄνομα, καὶ χωρὶς μὲν τὸν υἱὸν, χωρὶς δὲ τὸν Ἄδερ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
