# Interpretatio in xii prophetas minores 81.1669

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1669

νοήσαντες· ἔστι δὲ ἓν ὄνομα· Βαραδὰδ γὰρ κέκληται τῇ Ἑβραίων καὶ τῇ Σύρων φωνῇ, καὶ ἔστιν οὐ πατὴρ, ἀλλ' υἱὸς τοῦ Ἀζαὴλ, ὡς ἡ τετάρτη τῶν Βασιλειῶν ἱστορία διδάσκει. Ἐπ' αὐτοῦ δὲ καὶ τὸν ὄλεθρον ἡ Δαμασκὸς ὑπέμεινε· διὸ καὶ ἡ προφητεία φησί· «Καὶ καταφάγεται θεμέλια υἱοῦ Ἄδερ· τουτέστι, Πρόῤῥιζον αὐτῆς ἀνασπάσω τὴν βασιλείαν. εʹ «Καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ.» Τὴν προτέραν αὐτῆς ἀσφάλειαν καταλύσω. «Καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὢν, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαῤῥὰν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.» Οὐ μόνον δὲ τὴν μητρόπολιν, ἀλλὰ καὶ τοὺς περιοίκους ἅπαντας, καὶ τοὺς ἐκ τῆς μὲν Χαῤῥὰν ἀποικισθέντας, ἐκεῖ δὲ οἰκοῦντας, καὶ τοὺς τῷ Ὢν εἰδώλῳ παροικοῦντας, δορυαλώτους γενέσθαι παρασκευάσω, καὶ τὴν πάλαι περίβλεπτον τῆς Συρίας βασιλείαν παντελῶς καταλύσω. Ἐπίκλητον γὰρ τὸ περίβλεπτον εἴρηκε. Καὶ περὶ τῆς Γάζης δὲ λέγει, ὅτι Καὶ τρὶς, καὶ τετράκις μακροθυμήσας, ἐπὶ πλεῖστον αὐτῶν οὐκ ἀνέξομαι παρανομούντων. Πλέον δέ με χαλεπαίνειν κατ' αὐτῶν ἀναγκάζει τὰ κατὰ τοῦ λαοῦ τοῦ ἐμοῦ ὑπ' αὐτῶν τολμώμενα. «Ἕνεκεν γὰρ, φησὶ, τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σολομὼν, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν.» Τοῦτο δέ τινες μὲν οὕτω νενοήκασιν, ὅτι τοῦ Σολομῶντος αἰχμαλώτους πάλαι Ἰδουμαίους λαβόντος, καὶ εἰς τὴν Ἰουδαίαν καθείρξαντος, οὗτοι πολεμοῦντες Ἰουδαίοις, τούτους ἐλευθερίας ἠξίωσαν, καὶ Ἰδουμαίους ἀπέδοσαν. Ἐμοὶ δὲ πόῤῥω τῆς ἀληθείας εἶναι τοῦτο δοκεῖ· δέκα γὰρ βασιλεῖς ἀπὸ τοῦ Σολομῶντος μέχρι τῆς παρούσης προφητείας ἐγένοντο, καὶ χρόνος πλεῖστος μεταξὺ διελήλυθεν. Ἀλλ' ἡγοῦμαι τὸ προκείμενον χωρίον ταύτην ἔχειν τὴν διάνοιαν· Οἱ ἀλλόφυλοι τῇ Ἰουδαίᾳ φυλῇ πλησιάζοντες, καὶ συχνῶς τούτοις ἐπιστρατεύοντες, οὓς ἐλάμβανον αἰχμαλώτους, οὐκ ἄλλοις τισὶν, ἀλλ' Ἰδουμαίοις ἀπεδίδοντο, ἐχθίστοις οὖσιν αὐτῶν ὅτι μάλιστα, καὶ πολεμιωτάτοις. Τῶν ἁλισκομένων τοίνυν Ἰουδαίων τὴν αἰχμαλωσίαν τοῦ Σολομῶντος αἰχμαλωσίαν ὠνόμασεν, ἀπὸ τοῦ περιφανοῦς καὶ περιβλέπτου βασιλέως τὸ λαμπρὸν καὶ ἐπίσημον ἐπιδεικνὺς τοῦ λαοῦ. Ταύτης τοίνυν τῆς ὠμότητος χάριν ἀγανακτῶν ὁ Θεὸς, ἀπειλεῖ πυρὶ παραδώσειν τὴν Γάζαν, καὶ σὺν αὐτῇ τὰς ἄλλας τῶν ἀλλοφύλων πόλεις. Τὴν αὐτὴν ποιεῖται καὶ τῆς Τύρου κατηγορίαν, καὶ τὸ ἔγκλημα αὔξων ἐπήγαγε· «Καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν.» Ἐπειδὴ γὰρ Σολομὼν καὶ Χειρὰμ ὁ τῆς Τύρου βασιλεὺς, ἀδελφικὴν πρὸς ἀλλήλους διάθεσιν ἐπεδείκνυντο, καὶ ὁ μὲν εἰς τὴν οἰκοδομίαν τοῦ θείου νεὼ ξύλα κέδρινα ἐχορήγει, ὁ δὲ σῖτον ἀντεδίδου· ταύτης δὲ τῆς φιλίας εἰς λήθην ἦλθον οἱ Τύριοι, καὶ ταὐτὰ τοῖς Γαζαίοις εἰς τὸν Ἰσραὴλ ἐξημάρτανον, τὴν αὐτὴν καὶ κατὰ τούτων εἰκότως ἐξενήνοχε ψῆφον. Καὶ περὶ τῶν Ἰδου-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
