Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1672
Not analysed yet
μαίων δὲ εἰρηκὼς, ὅτι Καὶ τρὶς, καὶ τετράκις, καὶ πολλάκις εἰς αὐτοὺς μακροθυμήσας οὐκέτι λοιπὸν ἀνέξομαι, τὴν κατὰ τοῦ ἀδελφοῦ μάλιστα μανίαν θεώμενος· οὐδὲ γὰρ τὴν φύσιν αὐτὴν εἰς νοῦν λαβεῖν ἠβουλήθη, οὐδὲ ὅτι κατὰ ταὐτὸν μίαν ᾤκησαν γαστέρα, ἀλλὰ διετέλεσε μιαιφόνον κατ' αὐτοῦ γνώμην ἐπιδεικνύμενος· ἀπειλεῖ καὶ τούτους πυρὶ παραδώσειν, ὡς καὶ τοὺς Σύρους, καὶ τοὺς ἀλλοφύλους, καὶ τοὺς Τυρίους. Πῦρ δὲ καλεῖ τῶν Ἀσσυρίων τὴν στρατιὰν, πυρὸς δίκην ἅπαντα διαφθείρουσαν· καὶ πυρὶ δὲ, ὡς εἰκὸς, χρώμενοι, καὶ κώμας ἐνεπίμπρων, καὶ πόλεις ἐπυρπόλουν, καὶ ἄρδην ἠφάνιζον ἅπαντα. Τὸ δὲ, Ἐλυμήνατο μήτραν, τὴν κατὰ τῆς φύσεως μανίαν παραδηλοῖ, ὅτι ἀδελφὸς ὢν καὶ ὁμογάστριος, καὶ τὴν αὐτὴν κατὰ ταὐτὸν οἰκήσας γαστέρα (δίδυμος γὰρ ἦν), λυττῶν κατ' αὐτοῦ διατελεῖ, μονονουχὶ καὶ αὐτῇ τῇ μήτρᾳ, ἣν ἄμφω κατῴκησαν, τὴν λώβην ἐπάγων. Τὸ δὲ, «Ἥρπασε φρίκην εἰς μαρτύριον αὑτοῦ,» ἀντὶ τοῦ, Φρίκης μεστὰ τετόλμηκε, μαρτυρίαν καθ' ἑαυτοῦ τοιαύτην καταλιπών. Ταῦτα καὶ περὶ Ἀμμανιτῶν εἰρηκὼς ὅτι Πολλῇ μακροθυμίᾳ χρησάμενος ἐφ' οἷς πολλὰ πολλάκις πεπλημμελήκασι, νῦν ἐπάξω τὴν τιμωρίαν, τῆς εἰς τὸν Ἰσραὴλ γενομένης παρανομίας ποιεῖται τὴν μνήμην· «Ἀνθ' ὧν, φησὶν, ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπληθύνωσι τὰ ὅρια αὑτῶν.» Καὶ γὰρ οὗτοι τοῖς Γαλααδίταις πελάζοντες, ὠμότητι καὶ ἀπηνείᾳ κατ' αὐτῶν χρώμενοι, οὐ μόνον τοὺς ἄνδρας ἀνῄρουν, ἀλλὰ καὶ τοὺς μηδέπω γεννηθέντας διέφθειρον, τὰς κυοφορούσας κατασφάττειν τολμῶντες· ἵνα τῶν Ἰσραηλιτῶν ἐλαττουμένων, αὐτοὶ τὴν ὑπ' ἐκείνων γεωργουμένην καρπώσωνται γῆν. Διὰ τοῦτο, ιδʹ, ιεʹ. «Ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ῥαβαὰθ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέρᾳ συντελείας αὑτῆς. Καὶ πορεύσεται Μελχὸμ ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἐπὶ τὸ αὐτὸ, λέγει Κύριος.» Ἐνταῦθα σαφῶς ἐδίδαξε, ποῖον καὶ ἐπὶ τῶν ἄλλων προσηγόρευσε πῦρ. Ἐπήγαγε γάρ· Ἐν ἡμέρᾳ πολέμου. Ἀπειλεῖ δὲ, σὺν αὐτῇ καὶ τὸ ὑπ' αὐτῆς τιμώμενον εἴδωλον αἰχμάλωτον ἀπαχθήσεσθαι. Μελχὸμ γὰρ ὁ ψευδὴς τῶν Ἀμμανιτῶν θεὸς, ὃς οὐ μόνον τοῖς ἱερεῦσι καὶ τοῖς ἄρχουσιν, ἀλλ' οὐδὲ αὑτῷ δορυαλώτῳ γινομένῳ ἴσχυσεν ἐπαμῦναι. Ῥαβαὰθ δὲ καλεῖ τοῦ Ἀμμὰν τὴν μητρόπολιν, ἣ νῦν ἐν τῇ Ἀραβίᾳ Φιλαδέλφεια μὲν τῇ Ἑλλάδι φωνῇ, Ἀμμὰν δὲ τῇ Σύρων προσαγορεύεται. ΚΕΦΑΛ. Βʹ. Ἀπειλεῖ δὲ καὶ τῇ Μωὰβ τὸ πολεμικὸν ἐκεῖνο πῦρ, καὶ λέγει σὺν τῷ λαῷ καὶ τοὺς ἄρχοντας παραδώσειν ὀλέθρῳ, ἐπειδὴ πρὸς ταῖς πολλαῖς αὐτῶν ἀσεβείαις πολλὴν κατὰ τοῦ Ἰδουμαίων βασιλέως ἔδειξαν θηριωδίαν. Τοῦτον γὰρ ἐπίκουρόν ποτε γενόμενον τοῦ Ἰσραηλιτῶν βασιλέως, ὕστερον λοχήσαντες, καὶ λαβόντες αἰχμάλωτον, τοῖς σφετέροις εἰδώλοις θυσίαν