# Interpretatio in xii prophetas minores 81.1673

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1673

προσήνεγκαν, καὶ μέχρι τοσούτου τὴν πυρὰν ἐκείνην ἐξέκαυσαν, ἕως καὶ τὰ ὀστᾶ τῷ πυρὶ κατεδαπάνησαν ἅπαντα. Οὕτω τὰς περὶ τῶν ἀλλογενῶν συμπεράνας προῤῥήσεις, κατὰ τοῦ λαοῦ μεταφέρει τῆς προφητείας τὸν λόγον, καὶ τῆς Ἰούδα φυλῆς πρώτης τὴν παρανομίαν εἰς μέσον προτίθησι. δʹ, εʹ. «Τάδε λέγει Κύριος· Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἰούδα, καὶ ἐπὶ ταῖς τέσσαρσιν, οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ, ἃ οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν. Καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ.» Καὶ τὸν Ἰούδαν, φησὶ, καὶ τὴν Ἱερουσαλὴμ, τῷ πολεμικῷ παραδώσω πυρὶ, ἐπειδὴ τῶν μὲν ὑπ' ἐμοῦ νενομοθετημένων παντελῶς κατεφρόνησαν, τοῖς δὲ χειροποιήτοις εἰδώλοις (ταῦτα γὰρ καλεῖ μάταια), λατρεύοντες διετέλεσαν, τῇ μοχθηρᾷ τῶν πατέρων ἀκολουθήσαντες γνώμῃ. Τούτων δὲ τολμωμένων ἐπὶ πλεῖστον μὲν ἠνεσχόμην, οὐκέτι δὲ χρήσομαι τῇ συνήθει μακροθυμίᾳ. Ἀπὸ τούτων ἐπὶ τὰς δέκα μεταβαίνει φυλὰς, καὶ λέγει μηκέτι μηδὲ τούτοις μακροθυμήσειν. «Ἀνθ' ὧν ἀπέδοντο τὸν δίκαιον ἀργυρίου, καὶ πένητα ἕνεκεν ὑποδημάτων, (ζʹ) τῶν καταπατούντων ἐπὶ τὸν χοῦν τῆς γῆς· καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλινον.» Καὶ οὗτοι δὲ, φησὶ, πρὸς λῆμμα βλέποντες, ἀπημπώλουν τὸν δίκαιον, καὶ αἰσχροκερδείᾳ δουλεύοντες, οὐδὲ ὑποδήματα παρῃτοῦντο κερδαίνειν, ἃ τὴν ἐσχάτην χρῆσιν τοῖς ἀνθρώποις παρέχει, προϊέμενοι μὲν τοὺς ἀδικουμένους, αἰκιζόμενοι δὲ τοὺς πενεστέρους, τῶν δὲ ἀτιμοτέρων τὰς δικαιολογίας οὐ προσιέμενοι. Πρὸς δὲ τούτοις, καὶ ἀκολασίᾳ συζῶντες, ἀλόγων δίκην ταῖς ἀλλήλων ἐπεμίγνυντο γυναιξὶν, ὡς μήτε υἱὸν τῆς ἀνακειμένης τῷ πατρὶ παλλακίδος ἀπέχεσθαι, μήτε πατέρα τῷ υἱῷ τὴν εὐνὴν διαφυλάττειν ἀκήρατον· ὡς ἐντεῦθεν συγχεῖσθαι τὰ τῆς φύσεως δίκαια, καὶ μηδὲ δῆλα εἶναι λοιπὸν τὰ τῆς συγγενείας ὀνόματα. Καὶ ταῦτα, φησὶν, ἔδρων, «ὅπως ἂν βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὑτῶν.» Οἱ γὰρ ἀστυγείτονες ἀλλόφυλοι ταῦτα μανθάνοντες, κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐκίνουν τὴν γλῶτταν, ἢ ὡς τοιαῦτα νομοθετήσαντος, ἢ ὡς τοιαῦτα παρανομοῦντος ἀνεχομένου λαοῦ. Πρὸς γὰρ τούτοις, ηʹ. «Καὶ τὰ ἱμάτια αὑτῶν δεσμεύοντες σχοινίοις, παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὑτῶν.» Οὐδὲ γὰρ τῷ θείῳ νεῷ τὸ προσῆκον ἀπένεμον σέβας, ἀλλὰ καὶ ἐν ἐκείνῳ σκηνὰς ἐξ ἱματίων κατασκευάζοντες, τὸν ἐξ ἀδικίας πεπορισμένον ἔπινον οἶνον· λαβεῖν δὲ οὐκ ἠβουλήθησαν εἰς διάνοιαν, ὡς θʹ. «Ἐγὼ ἐξῆρα τὸν Ἀμοῤῥαῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
