# Interpretatio in xii prophetas minores 81.1676

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1676

ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξῆρα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν, καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν.» Ταῦτα δὲ τροπικῶς εἴρηκε, τό τε μέγεθος τῶν τηνικάδε ἀνδρῶν, καὶ τὴν ἰσχὺν διδάσκων. Καὶ οἱ ἀποσταλέντες δὲ ὑπὸ τοῦ μεγάλου Μωσέως κατάσκοποι ἔλεγον, ὅτι Ἐκεῖ Ἐνὰκ, καὶ οἱ ἀπόγονοι τῶν γιγάντων, καὶ ὑψηλοὶ ἄνδρες σφόδρα, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες. Λέγει τοίνυν ὁ τῶν ὅλων Θεὸς, ὅτι Τῶν οὕτω μεγάλων καὶ ἰσχυρῶν ἀνθρώπων οὐ τῇ σφετέρᾳ ἰσχύϊ χρησάμενοι περιγεγένησθε. Πῶς γὰρ οἵ γε καὶ ἐξ αὐτῆς ἐκδειματωθέντες τῆς φήμης εἰς τὴν Αἴγυπτον ἐπανελθεῖν ἐπειράθητε; ἀλλ' ἐγὼ ἐκεῖνον ἀνέσπασα πρόῤῥιζον. Ῥίζας δὲ καλεῖ τοὺς πατέρας, καρπὸν δὲ τοὺς παῖδας. Ἀλλὰ γὰρ καὶ τῶν πρὸ τούτου, φησὶν, εὐεργεσιῶν ἀναγκαῖον ὑμᾶς ἀναμνῆσαι. Καὶ γὰρ τῆς Αἰγυπτιακῆς ὑμᾶς ἠλευθέρωσα δουλείας, καὶ ἐπὶ τεσσαράκοντα ἔτεσιν ἐν τῇ ἐρήμῳ διέθρεψα, καὶ ἐνίους μὲν ὑμῶν προφητικῆς ἠξίωσα χάριτος, ἐνίους δὲ ἱερέας ἀπέφηνα. ιαʹ. «Ἔλαβον γὰρ, φησὶν, ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν.» Εἶτα κατ' ἐρώτησιν, ὡς ἀναμφιβόλων ὄντων τῶν εἰρημένων· «Μὴ οὐκ ἔστι ταῦτα, υἱοὶ Ἰσραήλ; λέγει Κύριος.» Ἐλέγξατε, φησὶν, εἴ τι ψευδὲς ἐν τοῖς εἰρημένοις εὑρίσκετε· ἀλλὰ τοῦτο τῶν ἀδυνάτων· ἴστε γὰρ καὶ ὑμεῖς, ὡς ἀληθὴς τῶν εὐεργεσιῶν ὁ κατάλογος, ὧν ἐναντία δρῶντες διατετελέκατε· οὐ γὰρ μόνον ὑμεῖς ἀδεῶς τοὺς ἐμοὺς παραβαίνετε νόμους, ἀλλὰ καὶ τοὺς ἡγιασμένους μοι ἐποτίζετε οἶνον (λέγει δὲ τοὺς Ναζιραίους), ἀνόνητον εἶναι διδάσκοντες τὴν εἰς ἐμὲ θεραπείαν· καὶ τοὺς ὑπ' ἐμοῦ δὲ πεμπομένους προφήτας προλέγειν ἃ προσέταττον ἐκωλύετε, καὶ αὐτήν μου τὴν φωνὴν, ὡς εἰκὸς, δυσχεραίνοντες. ιγʹ. «Διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης, καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως.» Τοσοῦτον γὰρ ὑμῖν, φησὶν, ἐπιθήσω τιμωρίας φορτίον, ὡς ὀδύρεσθαι καὶ στένειν, καθάπερ ἅμαξα πεφορτωμένη καὶ βεβαρημένη τρίζει συρομένη. Τούτων δὲ τῶν κακῶν ὑμῖν ἐπιφερομένων, οὔτε ὁ δρομικώτατος διὰ φυγῆς ποριεῖται τὴν σωτηρίαν, οὔτε ὁ γενναῖος ἀνδρεῖον ἕξει τὸ φρόνημα, οὔτε ὁ τοξότης θαῤῥήσει τῇ τέχνῃ, καὶ ὁ ἱππεὺς δὲ τῇ ταχύτητι τοῦ ἵππου χρώμενος συνεργῷ, τῆς σωτηρίας οὐκ ἀπολαύσεται· «Μόνος δὲ ὁ γυμνὸς φεύξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.» Διδάσκων γὰρ ὑμᾶς ἐγὼ τοῦτον ὑμῖν ἐπάγω τὸν ὄλεθρον, τοὺς μὲν πλεονεξίᾳ φύσεως, ἢ τέχνῃ θαῤῥοῦντας, παραδώσω σφαγῇ, τοὺς δὲ τούτων ἁπάντων ἐστερημένους, καὶ μήτε πλοῦτον, μήτε ῥώμην, μήτε τέχνην ἔχοντας, ἀλλὰ πάντων γεγυμνωμένους, σώους καὶ ἀρτίους παρασκευάσω διαφυγεῖν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
