Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1677
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ, βʹ. «Ἀκούσατε τοίνυν τὸν λόγον τοῦτον, ὃν ἐλάλησε Κύριος ἐφ' ὑμᾶς, οἶκος Ἰσραὴλ, καὶ κατὰ πάσης φυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων· Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν.» Προσήκει, φησὶ, συντόμως ὑμᾶς ἀκούειν τῶν λεγομένων, τῆς εὐεργεσίας μεμνημένους ἐκείνης, ὅτι πάντων ὢν ποιητὴς καὶ Δεσπότης, ἐξαίρετόν τινα ποιούμενος ὑμῶν διετέλεσα πρόνοιαν· οὗ χάριν καὶ τῆς Αἰγυπτίων ὑμᾶς δουλείας ἀπήλλαξα. Τὸ δὲ, «κατὰ πάσης φυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου,» οὐκ ἄλλους τινὰς αἰνίττεται· ἀλλ' ἐπειδὴ τοῦ Ἰσραὴλ ἐμνημόνευσε, μετὰ δὲ τὴν διαίρεσιν, Ἰσραὴλ αἱ δέκα φυλαὶ προσηγορεύοντο, εἰς τὴν ἀκρόασιν καλεῖ τῶν εἰρημένων καὶ τὸν Ἰούδαν, καὶ τὸν Βενιαμίν. Εἶτα δεικνὺς, ὡς αὐτοῦ συγχωροῦντος, ἔπεισι τῶν πολεμίων ἡ στρατιὰ, διά τινων εἰκόνων πιστοῦται τὸν λόγον. γʹ—ϛʹ. «Εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτοῖς; Εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὑτοῦ θήραν οὐκ ἔχων; Εἰ δώσει σκύμνος φωνὴν αὑτοῦ ἐκ τῆς μάνδρας αὑτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι; Εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; Εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι; Εἰ φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ πτοηθήσεται; Εἰ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν;» Ὥσπερ, φησὶ, τῶν ἀδυνάτων ἐστὶ δύο κατὰ ταὐτὸν ὁδοῦ τινος κοινωνῆσαι, μὴ δηλώσαντας ἀλλήλοις ὅπου τε καὶ τίνος χάριν ἀπαίρουσιν, οὔτε μὴν βρυχήσασθαι λέοντα θήρας οὐκ οὔσης, ἢ δίχα τοῦ θηρεύοντος ὄρνεον πεσεῖν, ἢ τ' ἄλλα πάντα γενέσθαι τὰ εἰρημένα· οὕτως ἀδύνατον μὴ βουλομένου Θεοῦ τιμωρίαν ἐπενεχθῆναί τινα. Κακίαν γὰρ τὴν τιμωρίαν κέκληκε τῷ κοινῷ ἔθει χρησάμενος. Κακὰ γὰρ καλεῖν εἰώθαμεν καὶ τὰς νόσους, καὶ τὰς παιδείας, καὶ τοὺς ἀώρους θανάτους, καὶ λιμοὺς, καὶ πολέμους, καὶ τὰ τούτοις παραπλήσια, οὐκ ἐπειδὴ φύσει ταῦτα κακὰ, ἀλλ' ἐπειδὴ τῶν ἀνθρώπων κακωτικὰ, καὶ λύπην προξενοῦντα καὶ πένθος. Τοῦτο καὶ ὁ προφήτης ἡμᾶς Ἰωνᾶς διδάσκει σαφέστερον. «Μετενόησε γὰρ, φησὶ, Κύριος ἀπὸ τῆς κακίας αὑτοῦ ἧς ἐλάλησε·» τουτέστιν, ἀπὸ τῆς κακωτικῆς ἀπειλῆς· κακίαν γὰρ κἀκεῖ τὴν τῆς τιμωρίας ἐκάλεσεν ἀπειλήν. Ὅτι δὲ, φησὶ, ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ τῶν ἀδυνάτων ἐστιν ἐπενεχθῆναί τινι παιδείαν μὴ βουλομένου Θεοῦ, ἀπ' αὐτῶν μάθετε τῶν πραγμάτων. Προλέγει γὰρ διὰ τῶν προφητῶν, ἃ ἐπάγειν μέλλει τοῖς ἁμαρτάνουσιν ἀλγεινά. ζʹ, ηʹ. «Οὐ γὰρ μὴ ποιήσει Κύριος ὁ Θεὸς πρᾶγμα, ἂν μὴ ἀποκαλύψῃ παιδείαν αὑτοῦ πρὸς τοὺς δούλους αὑτοῦ τοὺς προφήτας. Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται;» Τοῦτο τοίνυν σαφῶς εἰδότες, ὡς